previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[96]

Διαλιπὼν δὲ ὀλίγον χρόνον ἔγνω δεῖν ἐπὶ τοὺς Παλαιστίνους ἐκστρατεύειν, καὶ μηδὲν ἀργὸν μηδὲ ῥᾴθυμον ἐν τοῖς πράγμασιν ὁρᾶν γινόμενον, ἵν᾽ ὡς τὸ θεῖον αὐτῷ προεῖπε καταστρεψάμενος τοὺς πολεμίους ἐν εἰρήνῃ τὸ λοιπὸν τοὺς ἐκγόνους αὐτοῦ βασιλεύοντας καταλείποι. [97] καὶ συγκαλέσας πάλιν τὴν στρατιὰν καὶ παραγγείλας αὐτῇ πρὸς πόλεμον ἑτοίμῃ καὶ παρεσκευασμένῃ τυγχάνειν, ὅτ᾽ ἔδοξεν αὐτῷ καλῶς ἔχειν τὰ παρ᾽ αὐτῆς ἄρας ἐκ τῶν Ἱεροσολύμων ἐπὶ τοὺς Παλαιστίνους ἧκε. [98] κρατήσας δ᾽ αὐτῶν τῇ μάχῃ καὶ πολλὴν τῆς χώρας ἀποτεμόμενος καὶ προσορίσας τῇ τῶν Ἑβραίων ἐπὶ τοὺς Μωαβίτας τὸν πόλεμον μετήγαγε, καὶ τὰ μὲν δύο μέρη τῆς στρατιᾶς αὐτῶν τῇ μάχῃ νικήσας διέφθειρε, τὸ δὲ λειπόμενον αἰχμάλωτον ἔλαβε. [99] φόρους δὲ αὐτοῖς ἐπιτάξας κατ᾽ ἔτος τελεῖν ἐπὶ Ἀρτάζαρον τὸν Ἀραοῦ μὲν υἱὸν βασιλέα δὲ τῆς Σωφηνῆς ἐστράτευσε, καὶ συμβαλὼν αὐτῷ παρὰ τὸν Εὐφράτην ποταμὸν τῶν μὲν πεζῶν αὐτοῦ διέφθειρεν ὡσεὶ δισμυρίους, τῶν δ᾽ ἱπποτῶν ὡς πεντακισχιλίους. ἔλαβε δὲ καὶ αὐτοῦ ἅρματα χίλια, καὶ τὰ πλείω μὲν αὐτῶν ἠφάνισεν, ἑκατὸν δὲ μόνα προσέταξεν αὑτῷ φυλαχθῆναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: