previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[71]

Γνόντες δ᾽ οἱ Παλαιστῖνοι τὸν Δαυίδην βασιλέα ὑπὸ τῶν Ἑβραίων ἀποδεδειγμένον στρατεύουσιν ἐπ᾽ αὐτὸν εἰς Ἱεροσόλυμα: καὶ καταλαβόμενοι τὴν κοιλάδα τῶν Γιγάντων καλουμένην, τόπος δέ ἐστιν οὐ πόρρω τῆς πόλεως, ἐν αὐτῇ στρατοπεδεύονται. [72] δὲ τῶν Ἰουδαίων βασιλεύς, οὐδὲν γὰρ ἄνευ προφητείας καὶ τοῦ κελεῦσαι τὸν θεὸν καὶ περὶ τῶν ἐσομένων λαβεῖν ἐγγυητὴν ἐκεῖνον ἑαυτῷ ποιεῖν ἐπέτρεπεν, ἐκέλευσε τὸν ἀρχιερέα τί δοκεῖ τῷ θεῷ καὶ ποδαπὸν ἔσται τὸ τέλος τῆς μάχης προλέγειν αὐτῷ. [73] προφητεύσαντος δὲ νίκην καὶ κράτος ἐξάγει τὴν δύναμιν ἐπὶ τοὺς Παλαιστίνους: καὶ γενομένης συμβολῆς αὐτὸς κατόπιν αἰφνιδίως ἐπιπεσὼν τοῖς πολεμίοις τοὺς μὲν αὐτῶν ἀπέκτεινε, τοὺς δὲ εἰς φυγὴν ἐτρέψατο. [74] ὑπολάβῃ δὲ μηδεὶς ὀλίγην τὴν τῶν Παλαιστίνων στρατιὰν ἐλθεῖν ἐπὶ τοὺς Ἑβραίους τῷ τάχει τῆς ἥττης καὶ τῷ μηδὲν ἔργον ἐπιδείξασθαι γενναῖον μηδὲ μαρτυρίας ἄξιον στοχαζόμενος αὐτῶν τὴν βραδυτῆτα καὶ τὴν ἀγέννειαν, ἀλλὰ γινωσκέτω Συρίαν τε ἅπασαν καὶ Φοινίκην καὶ πρὸς τούτοις ἄλλα ἔθνη πολλὰ καὶ μάχιμα συστρατεῦσαι αὐτοῖς καὶ τοῦ πολέμου κοινωνῆσαι, [75] καὶ μόνον ἦν αἴτιον τοσαυτάκις αὐτοῖς νικωμένοις καὶ πολλὰς ἀποβαλοῦσι μυριάδας μετὰ μείζονος ἐπιέναι τοῖς Ἑβραίοις δυνάμεως. ἀμέλει καὶ ταύταις πταίσαντες ταῖς μάχαις τριπλάσιος στρατὸς ἐπῆλθε τῷ Δαυίδῃ καὶ εἰς ταὐτὸ χωρίον ἐστρατοπεδεύσατο. [76] πάλιν δὲ τοῦ βασιλέως τῶν Ἰσραηλιτῶν ἐρομένου τὸν θεὸν περὶ τῆς περὶ τὴν μάχην ἐξόδου, προφητεύει ἀρχιερεὺς ἐν τοῖς ἄλσεσι τοῖς καλουμένοις Κλαυθμῶσι κατέχειν τὴν στρατιὰν οὐκ ἄπωθεν τοῦ τῶν πολεμίων στρατοπέδου, κινεῖν δ᾽ αὐτὸν μὴ πρότερον μηδ᾽ ἄρχεσθαι τῆς μάχης. [77] πρὶν τὰ ἄλση σαλεύεσθαι μὴ πνέοντος ἀνέμου. ὡς δ᾽ ἐσαλεύθη τὰ ἄλση καὶ ὃν αὐτῷ καιρὸν προεῖπεν θεὸς παρῆν, οὐδὲν ἐπισχὼν ἐφ᾽ ἑτοίμην ἤδη καὶ φανερὰν ἐξῆλθε τὴν νίκην: οὐ γὰρ ὑπέμειναν αὐτὸν αἱ τῶν πολεμίων φάλαγγες, ἀλλ᾽ εὐθὺς ἀπὸ τῆς πρώτης συμβολῆς τραπέντας ἐνέκειτο κτείνων: καὶ διώκει μὲν αὐτοὺς ἄχρι πόλεως Γαζάρων, δ᾽ ἐστὶν ὅρος αὐτῶν τῆς χώρας, διαρπάζει δ᾽ αὐτῶν τὴν παρεμβολὴν καὶ πολὺν εὑρὼν ἐν αὐτῇ πλοῦτον καὶ τοὺς θεοὺς αὐτῶν διέφθειρε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: