previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[389]

Ταῦτα παραινέσας τῷ παιδὶ περί τε τῶν ὅλων πραγμάτων καὶ περὶ τῶν φίλων καὶ οὓς ᾔδει τιμωρίας ἀξίους γεγενημένους ἀπέθανεν, ἔτη μὲν βιώσας ἑβδομήκοντα, βασιλεύσας δὲ ἑπτὰ μὲν ἐν Χεβρῶνι τῆς Ἰούδα φυλῆς καὶ μῆνας ἕξ, ἐν Ἱεροσολύμοις δὲ ἁπάσης τῆς χώρας τρία καὶ τριάκοντα. [390] οὕτως ἀρίστῳ ἀνδρὶ γεγενημένῳ καὶ πᾶσαν ἀρετὴν ἔχοντι καὶ τοσούτων ἐθνῶν σωτηρίαν ἐγκεχειρισμένῳ βασιλεῖ ἔδει προσεπαινέσαι καὶ τό τε τῆς δυνάμεως αὐτοῦ εὐσθενὲς καὶ τὸ τῆς σωφροσύνης συνετόν: ἀνδρεῖος γὰρ ἦν, ὡς οὐκ ἄλλος τις, ἐν δὲ τοῖς ὑπὲρ τῶν ὑπηκόων ἀγῶσι πρῶτος ἐπὶ τοὺς κινδύνους ὥρμα, τῷ πονεῖν καὶ μάχεσθαι παρακελευόμενος τοὺς στρατιώτας ἐπὶ τὰς παρατάξεις ἀλλ᾽ οὐχὶ τῷ προστάττειν ὡς δεσπότης, [391] νοῆσαί τε καὶ συνιδεῖν καὶ περὶ τῶν μελλόντων καὶ τῆς τῶν ἐνεστηκότων οἰκονομίας ἱκανώτατος, σώφρων ἐπιεικὴς χρηστὸς πρὸς τοὺς ἐν συμφοραῖς ὑπάρχοντας δίκαιος φιλάνθρωπος, μόνοις δικαιότατα βασιλεῦσιν εἶναι προσῆκε, μηδὲν ὅλως παρὰ τοσοῦτο μέγεθος ἐξουσίας ἁμαρτὼν τὸ περὶ τὴν Οὐρία γυναῖκα. κατέλιπε δὲ καὶ πλοῦτον ὅσον οὐκ ἄλλος βασιλεὺς οὔθ᾽ Ἑβραίων οὔτ᾽ ἄλλων ἐθνῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: