previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[363]

Βουλόμενος δὲ Δαυίδης ἐπὶ παντὸς τοῦ λαοῦ ἀποδεῖξαι τὸν υἱὸν βασιλέα συγκαλεῖ τοὺς ἄρχοντας εἰς Ἱεροσόλυμα καὶ τοὺς ἱερεῖς καὶ τοὺς Ληουίτας. ἐξαριθμήσας δὲ τούτους πρῶτον εὑρίσκει τῶν ἀπὸ τριάκοντα ἐτῶν ἕως πεντήκοντα τρισμυρίους ὀκτακισχιλίους. [364] ἐξ ὧν ἀπέδειξεν ἐπιμελητὰς μὲν τῆς οἰκοδομίας τοῦ ναοῦ δισμυρίους τετρακισχιλίους, κριτὰς δὲ τοῦ λαοῦ καὶ γραμματεῖς τούτων ἑξακισχιλίους, πυλωροὺς δὲ τετρακισχιλίους καὶ τοσούτους ὑμνῳδοὺς τοῦ θεοῦ ᾁδοντας τοῖς ὀργάνοις οἷς Δαυίδης κατεσκεύασε, καθὼς προειρήκαμεν. [365] διεμέρισε δ᾽ αὐτοὺς καὶ κατὰ πατριὰς καὶ χωρίσας ἐκ τῆς φυλῆς τοὺς ἱερεῖς εὗρε τούτων εἴκοσι τέσσαρας πατριάς, ἐκ μὲν τῆς Ἐλεαζάρου οἰκίας ἑκκαίδεκα, ἐκ δὲ τῆς Ἰθαμάρου ὀκτώ, διέταξέ τε μίαν πατριὰν διακονεῖσθαι τῷ θεῷ ἐπὶ ἡμέρας ὀκτὼ ἀπὸ σαββάτου ἐπὶ σάββατον. [366] καὶ οὕτως αἱ πατριαὶ πᾶσαι διεκληρώσαντο Δαυίδου παρόντος καὶ Σαδώκου καὶ Ἀβιαθάρου τῶν ἀρχιερέων καὶ πάντων τῶν ἀρχόντων: καὶ πρώτη μὲν ἀναβᾶσα πατριὰ ἐγράφη πρώτη, δὲ δευτέρα ἀκολούθως ἄχρι τῶν εἴκοσι τεσσάρων: καὶ διέμεινεν οὗτος μερισμὸς ἄχρι τῆς σήμερον ἡμέρας. [367] ἐποίησε δὲ καὶ τῆς Ληουίτιδος φυλῆς εἴκοσι μέρη καὶ τέσσαρα καὶ κληρωσαμένων κατὰ τὸν αὐτὸν ἀνέβησαν τρόπον ταῖς τῶν ἱερέων ἐφημερίσιν ἐπὶ ἡμέρας ὀκτώ. τοὺς δ᾽ ἀπογόνους τοὺς Μωυσέος ἐτίμησεν: ἐποίησε γὰρ αὐτοὺς φύλακας τῶν θησαυρῶν τοῦ θεοῦ καὶ τῶν ἀναθημάτων, συνέβη τοὺς βασιλεῖς ἀναθεῖναι: διέταξε δὲ πᾶσι τοῖς ἐκ τῆς Ληουίτιδος φυλῆς καὶ τοῖς ἱερεῦσι δουλεύειν κατὰ νύκτα καὶ ἡμέραν τῷ θεῷ, καθὼς αὐτοῖς ἐπέστειλε Μωυσῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: