previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[321]

Τῶν δὲ προφητῶν δηλωσάντων τῷ Δαυίδῃ, ὅτι δι᾽ ὀργῆς ἐστιν θεὸς αὐτῷ, ἱκετεύειν ἤρξατο καὶ παρακαλεῖν εὐμενῆ γενέσθαι καὶ συγγινώσκειν ἡμαρτηκότι. Γάδον δὲ τὸν προφήτην ἔπεμψεν θεὸς πρὸς αὐτὸν τρεῖς αἱρέσεις κομίζοντα, ὅπως ἐκλέξηται τούτων ἣν ἂν δοκιμάσῃ: πότερον θέλει λιμὸν γενέσθαι κατὰ τὴν χώραν ἐπὶ ἔτη ἑπτά, τρεῖς μῆνας πολεμήσας ὑπὸ τῶν ἐχθρῶν ἡττηθῆναι, λοιμὸν ἐνσκῆψαι καὶ νόσον ἐπὶ τρεῖς ἡμέρας τοῖς Ἑβραίοις. [322] δ᾽ εἰς ἀμήχανον ἐκλογὴν μεγάλων κακῶν ἐμπεσὼν ἐλυπεῖτο καὶ σφόδρ᾽ ἦν συγκεχυμένος. τοῦ δὲ προφήτου τοῦτο δεῖν ἐξ ἀνάγκης γενέσθαι φήσαντος καὶ κελεύοντος ἀποκρίνασθαι ταχέως, ἵνα ἀναγγείλῃ τὴν αἵρεσιν αὐτοῦ τῷ θεῷ, λογισάμενος βασιλεύς, ὡς εἰ λιμὸν αἰτήσει, δόξει τοῦτο πεποιηκέναι τοῖς ἄλλοις αὐτῷ μὲν ἀφόβως, ὅτι πολὺν αὐτὸς ἐγκεκλεισμένον ἔχοι σῖτον, ἐκείνοις δὲ βλαβερῶς: [323] κἂν γένηται τοὺς τρεῖς μῆνας νικωμένους αὐτούς, ὅτι τοὺς ἀνδρειοτάτους ἔχων περὶ αὑτὸν καὶ φρούρια καὶ διὰ τοῦτο μηδὲν φοβούμενος εἵλετο τὸν πόλεμον, ᾐτήσατο πάθος κοινὸν καὶ βασιλεῦσι καὶ τοῖς ἀρχομένοις, ἐν τὸ δέος ἶσον ἁπάντων γίνεται, προσειπὼν ὅτι πολὺ κρεῖττον εἰς τὰς τοῦ θεοῦ χεῖρας ἐμπεσεῖν τὰς τῶν πολεμίων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: