previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[318]

δὲ βασιλεὺς Δαυίδης βουλόμενος γνῶναι πόσαι μυριάδες εἰσὶ τοῦ λαοῦ, τῶν Μωυσέος ἐντολῶν ἐκλαθόμενος, ὃς προεῖπεν ἐὰν ἐξαριθμηθῇ τὸ πλῆθος ὑπὲρ ἑκάστης κεφαλῆς αὐτοῦ τῷ θεῷ τελεῖν ἡμίσικλον, προσέταξεν Ἰωάβῳ τῷ στρατηγῷ πορευθέντι πάντα τὸν ὄχλον ἐξαριθμῆσαι. [319] τοῦ δ᾽ οὐκ ἀναγκαῖον εἶναι φήσαντος τοῦτο ποιεῖν οὐκ ἐπείσθη, προσέταξε δὲ μηδὲν μελλήσαντα βαδίζειν ἐπὶ τὴν ἐξαρίθμησιν τῶν Ἑβραίων. Ἰώαβος δὲ τοὺς ἄρχοντας τῶν φυλῶν παραλαβὼν καὶ γραμματεῖς, ἐπιὼν τὴν τῶν Ἰσραηλιτῶν χώραν καὶ τὸ πλῆθος ὅσον ἐστὶ κατανοήσας ὑπέστρεψεν εἰς Ἱεροσόλυμα πρὸς τὸν βασιλέα μετὰ μῆνας ἐννέα καὶ ἡμέρας εἴκοσι καὶ τὸν ἀριθμὸν ἀπέδωκε τῷ βασιλεῖ τοῦ λαοῦ χωρὶς τῆς Βενιαμίτιδος φυλῆς: [320] ἐξαριθμῆσαι γὰρ αὐτὴν οὐκ ἔφθασεν ἀλλ᾽ οὐδὲ τὴν Λευιτῶν φυλήν: μετενόησε γὰρ βασιλεὺς ὧν εἰς τὸν θεὸν ἥμαρτεν. ἦν δὲ τῶν ἄλλων Ἰσραηλιτῶν ἀριθμὸς ἐνενήκοντα μυριάδες ὅπλα βαστάζειν καὶ στρατεύεσθαι δυναμένων, δὲ Ἰούδα φυλὴ καθ᾽ ἑαυτὴν τεσσαράκοντα μυριάδες ἦσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: