previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[289]

Γύναιον δέ τι σῶφρον καὶ συνετὸν ἐν ἐσχάτοις ἤδη τὴν πατρίδα κειμένην θεασάμενον ἀναβὰν ἐπὶ τὸ τεῖχος προσκαλεῖται διὰ τῶν ὁπλιτῶν τὸν Ἰώαβον. προσελθόντος δ᾽ ἤρξατο λέγειν, ὡς θεὸς τοὺς βασιλεῖς καὶ τοὺς στρατηγοὺς ἀποδείξειεν, ἵνα τοὺς πολεμίους τοὺς Ἑβραίων ἐξαιρῶσι καὶ παρέχωσιν αὐτοῖς εἰρήνην ἀπ᾽ αὐτῶν: ‘σὺ δὲ σπουδάζεις μητρόπολιν Ἰσραηλιτῶν καταβαλεῖν καὶ πορθῆσαι μηδὲν ἐξαμαρτοῦσαν.’ [290] δὲ ἵλεων μὲν εὔχεται τὸν θεὸν αὐτῷ διαμένειν, αὐτὸς δ᾽ οὕτως ἔχειν εἶπεν, ὡς μηδένα τοῦ λαοῦ φονεῦσαι, οὐχ ὅτι πόλιν ἐξελεῖν βούλεσθαι τηλικαύτην: λαβὼν μέντοι παρ᾽ αὐτῶν τὸν ἀντάραντα τῷ βασιλεῖ πρὸς τιμωρίαν Σαβαῖον υἱὸν δὲ Βοχορίου παύσεσθαι τῆς πολιορκίας καὶ τὴν στρατιὰν ἀπάξειν. [291] ὡς δ᾽ ἤκουσεν γυνὴ τὰ παρὰ τοῦ Ἰωάβου μικρὸν ἐπισχεῖν δεηθεῖσα, τὴν γὰρ κεφαλὴν εὐθέως αὐτῷ ῥιφήσεσθαι τὴν τοῦ πολεμίου, καταβαίνει πρὸς τοὺς πολίτας καὶβούλεσθ᾽, εἰποῦσα, κακοὶ κακῶς ἀπολέσθαι μετὰ τέκνων καὶ γυναικῶν ὑπὲρ ἀνθρώπου πονηροῦ καὶ μηδὲ τίς ἐστι γνωριζομένου καὶ τοῦτον ἔχειν ἀντὶ Δαυίδου τοῦ τοσαῦτ᾽ εὐεργετήσαντος ὑμᾶς βασιλέα καὶ πρὸς δύναμιν τοσαύτην καὶ τηλικαύτην ἀνταίρειν μίαν πόλιν;’ [292] πείθει τὴν κεφαλὴν ἀποτεμόντας τοῦ Σαβαίου ῥῖψαι ταύτην εἰς τὸ τοῦ Ἰωάβου στράτευμα. τούτου γενομένου σημήνας ἀνακλητικὸν τοῦ βασιλέως στρατηγὸς ἔλυσε τὴν πολιορκίαν καὶ παραγενόμενος εἰς Ἱεροσόλυμα παντὸς ἀποδείκνυται πάλιν τοῦ λαοῦ στρατηγός. [293] καθίστησι δὲ καὶ Βαναῖον βασιλεὺς ἐπὶ τῶν σωματοφυλάκων καὶ τῶν ἑξακοσίων, Ἀδώραμον δ᾽ ἐποίησεν ἐπὶ τῶν φόρων καὶ Ἰωσάφατον υἱὸν Ἀχίλου ἐπὶ τῶν ὑπομνημάτων, Σουσὰν δὲ γραμματέα, Σάδωκον δὲ καὶ Ἀβιάθαρον ἀπέφηνεν ἱερεῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: