previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[283]

Ἰώαβος δ᾽ οὐκέτι μέλλειν ἔκρινεν, ἀλλὰ τόν τε ἀδελφὸν καὶ τοὺς ἑξακοσίους παραλαβὼν καὶ ὅση λοιπὴ δύναμις ἦν ἐν τοῖς Ἱεροσολύμοις ἕπεσθαι κελεύσας ἐξώρμησεν ἐπὶ τὸν Σαβαῖον. ἤδη δ᾽ ἐν Γαβαών, κώμη δ᾽ ἐστὶν αὕτη σταδίους ἀπέχουσα τεσσαράκοντα τῶν Ἱεροσολύμων, γεγενημένος πολλὴν Ἀμασᾶ δύναμιν ἀγαγόντος ἀπήντησεν αὐτῷ διεζωσμένος μάχαιραν καὶ θώρακα ἐνδεδυμένος Ἰώαβος: [284] προσιόντος δὲ ἀσπάσασθαι τοῦ Ἀμασᾶ φιλοτεχνεῖ τὴν μάχαιραν αὐτομάτως ἐκ τῆς θήκης ἐκπεσεῖν, βαστάσας δ᾽ αὐτὴν ἀπὸ τῆς γῆς καὶ τῇ ἑτέρᾳ τὸν Ἀμασᾶν ἐγγὺς γενόμενον ὡς καταφιλήσων τοῦ γενείου λαβόμενος οὐ προϊδόμενον εἰς τὴν γαστέρα πλήξας ἀπέκτεινεν, ἀσεβὲς ἔργον διαπραξάμενος καὶ παντελῶς ἀνόσιον, ἀγαθὸν νεανίαν καὶ συγγενῆ καὶ μηδὲν ἀδικήσαντα ζηλοτυπήσας τῆς στρατηγίας καὶ τῆς παρὰ τῷ βασιλεῖ πρὸς αὐτὸν ἰσοτιμίας. [285] διὰ ταύτην γὰρ τὴν αἰτίαν καὶ τὸν Ἀβενῆρον ἐφόνευσεν. ἀλλ᾽ ἐκεῖνο μὲν αὐτοῦ τὸ παρανόμημα πρόφασις εὐπρεπὴς συγγνωστὸν ἐδόκει ποιεῖν, ἀδελφὸς Ἀσάηλος ἐκδεδικῆσθαι νομιζόμενος, τοῦ δ᾽ Ἀμασᾶ φόνου οὐδὲν τοιοῦτον ἔσχε παρακάλυμμα. [286] ἀποκτείνας δὲ τὸν συστράτηγον ἐδίωκε τὸν Σαβαῖον καταλιπὼν ἕνα πρὸς τῷ νεκρῷ βοᾶν ἐντειλάμενος πρὸς τὴν στρατιάν, ὅτι τέθνηκεν Ἀμασᾶς δικαίως καὶ μετ᾽ αἰτίας κολαζούσης: ‘εἰ δὲ φρονεῖτε τὰ τοῦ βασιλέως, ἕπεσθε τῷ στρατηγῷ αὐτοῦ Ἰωάβῳ καὶ Ἀβεσσαίῳ τῷ τούτου ἀδελφῷ.’ [287] κειμένου δὲ τοῦ σώματος ἐπὶ τῆς ὁδοῦ καὶ παντὸς τοῦ πλήθους ἐπ᾽ αὐτῷ συρρέοντος καὶ οἷον ὄχλος φιλεῖ ἐθαύμαζον ἠλέουν προϊστάμενοι: βαστάσας δ᾽ ἐκεῖθεν φύλαξ καὶ κομίσας εἴς τι χωρίον ἀπωτάτω τῆς ὁδοῦ τίθησιν αὐτόθι καὶ καλύπτει ἱματίῳ. τούτου γενομένου πᾶς λαὸς ἠκολούθησε τῷ Ἰωάβῳ. [288] διώξαντι δ᾽ αὐτῷ διὰ πάσης τῆς Ἰσραηλιτῶν χώρας τὸν Σαβαῖον δηλοῖ τις ἐν ὀχυρᾷ πόλει τυγχάνειν Ἀβελωχέᾳ λεγομένῃ. παραγενόμενος δ᾽ ἐκεῖ καὶ τῇ στρατιᾷ περικαθίσας τὴν πόλιν καὶ χαράκωμα περὶ αὐτὴν πηξάμενος ὑπορύσσειν ἐκέλευσε τοῖς στρατιώταις τὰ τείχη καὶ καταβάλλειν αὐτά: μὴ δεξαμένων γὰρ αὐτὸν τῶν ἐν τῇ πόλει χαλεπῶς πρὸς αὐτοὺς διετέθη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: