previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[236]

Ἰωάβου δὲ παρατάξαντος τὴν δύναμιν ἀντικρὺ τῶν πολεμίων ἐν πεδίῳ μεγάλῳ ἐξόπισθεν περιβεβλημένῳ δρυμὸν ἀντεξάγει τὴν στρατιὰν καὶ Ἀψάλωμος. καὶ συμβολῆς γενομένης ἔργα μεγάλα χειρῶν τε καὶ τόλμης παρ᾽ ἀμφοτέρων ἐπεδείκνυτο, τῶν μὲν ὑπὲρ τοῦ τὴν βασιλείαν ἀπολαβεῖν Δαυίδην παρακινδυνευόντων καὶ πάσῃ προθυμίᾳ χρωμένων, τῶν δ᾽ ἵνα μὴ ταύτην Ἀψάλωμος ἀφαιρεθῇ καὶ δῷ τῷ πατρὶ δίκας κολασθεὶς ἀνθ᾽ ὧν ἐτόλμησεν οὐδὲν ὀκνούντων οὔτε ποιεῖν οὔτε πάσχειν, [237] ἔτι δὲ τῶν μὲν πλειόνων ἵνα μὴ κρατηθῶσιν ὑπὸ τῶν σὺν Ἰωάβῳ καὶ τοῖς σὺν αὐτῷ στρατηγοῖς ὄντων ὀλίγων, αἰσχύνην γὰρ αὐτοῖς τοῦτο εἶναι μεγίστην, τῶν δὲ Δαυίδου στρατιωτῶν ἵνα τοσούτων μυριάδων κρατήσωσι φιλοτιμουμένων, ἔρις ἐγένετο καρτερά, καὶ νικῶσιν οἱ Δαυίδου ῥώμῃ τε προύχοντες καὶ τῇ τῶν πολεμικῶν ἐπιστήμῃ. [238] φεύγοντας δὲ διὰ δρυμῶν καὶ φαράγγων ἑπόμενοι τοὺς μὲν ἐλάμβανον πολλοὺς δὲ ἀνῄρουν, ὡς φεύγοντας πεσεῖν πλείονας μαχομένους: ἔπεσον γὰρ ὡς δισμύριοι ἐπ᾽ ἐκείνης τῆς ἡμέρας. οἱ δὲ τοῦ Δαυίδου πάντες ὥρμησαν ἐπὶ τὸν Ἀψάλωμον: φανερὸς γὰρ αὐτοῖς ὑπό τε τοῦ κάλλους καὶ τοῦ μεγέθους ἐγένετο. [239] δείσας δέ, μὴ καταλάβωσιν αὐτὸν οἱ πολέμιοι, ἐπιβὰς τῆς ἡμιόνου τῆς βασιλικῆς ἔφευγε: φερόμενος δὲ μετὰ ῥύμης καὶ ὑπὸ τοῦ σάλου καὶ τῆς κινήσεως κοῦφος ὤν, ἐμπλακείσης αὐτῷ τῆς κόμης τραχεῖ δένδρῳ μεγάλοις ἐπὶ πολὺ κλάδοις ἐκτεταμένῳ παραδόξως ἀνακρεμνᾶται. καὶ τὸ μὲν κτῆνος ὑπ᾽ ὀξύτητος ὡς ἐπικείμενον τὸν δεσπότην ἔτι φέρον ἐχώρει προσωτέρω, δ᾽ ἐκ τῶν κλάδων αἰωρούμενος ἐκρατεῖτο τοῖς πολεμίοις. [240] τοῦτό τις ἰδὼν τῶν Δαυίδου στρατιωτῶν ἐδήλωσεν Ἰωάβῳ, καὶ πεντήκοντα σίκλους ἂν αὐτῷ δεδωκέναι τοῦ στρατηγοῦ φήσαντος, εἰ βαλὼν ἀπέκτεινε τὸν Ἀψάλωμον, ‘οὐδ᾽ εἰ χιλίους, εἶπεν, ἔμελλές μοι παρέξειν, τοῦτ᾽ ἂν διέθηκά μου τὸν τοῦ δεσπότου παῖδα, καὶ ταῦτ᾽ ἐκείνου πάντων ἡμῶν ἀκουόντων φείσασθαι τοῦ νεανίσκου δεηθέντος.’ [241] δὲ κελεύσας αὐτῷ δεῖξαι ποῦ κρεμάμενον ἴδοι τὸν Ἀψάλωμον τοξεύσας κατὰ τῆς καρδίας ἀπέκτεινεν: οἱ δὲ τὰ τοῦ Ἰωάβου κομίζοντες ὅπλα περιστάντες ἐν κύκλῳ τὸ δένδρον κατασπῶσι τὸν νεκρόν: [242] καὶ τὸν μὲν εἰς χάσμα βαθὺ καὶ ἀχανὲς ῥίψαντες ἐπιβάλλουσιν αὐτῷ λίθους, ὥστε ἀναπληρωθῆναι καὶ τὸ σχῆμα τάφου καὶ μέγεθος λαβεῖν, σημήνας δὲ ἀνακλητικὸν Ἰώαβος ἐπέσχε τοῦ διώκειν τοὺς οἰκείους στρατιώτας τὴν τῶν πολεμίων δύναμιν φειδόμενος τῶν ὁμοφύλων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: