previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[232]

Καὶ οἱ μὲν ἐν τούτοις ἦσαν: Ἀψάλωμος δ᾽ ἀθροίσας μεγάλην στρατιὰν τῶν Ἑβραίων ἐπὶ τὸν πατέρα καὶ διαβὰς τὸν Ἰόρδανον ποταμὸν οὐ πόρρω κατέζευξε τῶν Παρεμβολῶν ἐν τῇ Γαλαδιτῶν χώρᾳ, καταστήσας στρατηγὸν πάσης τῆς δυνάμεως Ἀμασᾶν εἰς τὴν Ἰωάβου τάξιν τοῦ συγγενοῦς αὐτοῦ: πατρὸς μὲν γὰρ ἦν Ἰεθράου μητρὸς δὲ Ἀβιγαίας, αὕτη δὲ καὶ Σουρία Ἰωάβου μήτηρ ἀδελφαὶ ἦσαν Δαυίδου. [233] ὡς δ᾽ ἐξαριθμήσας τοὺς σὺν αὐτῷ Δαυίδης περὶ τετρακισχιλίους εὗρεν ὄντας, οὐκ ἔγνω μένειν, πότ᾽ ἐπ᾽ αὐτὸν Ἀψάλωμος ἔλθῃ, προσθεὶς δὲ τοῖς οὖσι χιλιάρχους καὶ ἑκατοντάρχους καὶ διελὼν εἰς τρία μέρη τὸ μὲν τῷ στρατηγῷ παρέδωκεν Ἰωάβῳ, τὸ δὲ τῷ ἀδελφῷ αὐτοῦ Ἀβεσσαίῳ, τὴν δὲ τρίτην μοῖραν ἐνεχείρισεν Ἐσθαίῳ συνήθει μὲν ὄντι καὶ φίλῳ ἐκ δὲ τῆς Γιττῶν πόλεως ὑπάρχοντι. [234] βουλόμενον δὲ συνεκστρατεύειν αὐτὸν οὐκ εἴασαν οἱ φίλοι γνώμῃ κατασχόντες σοφωτάτῃ: νικηθέντες μὲν γὰρ σὺν αὐτῷ πᾶσαν ἀποβαλεῖν ἐλπίδα χρηστὴν ἔφασκον, ἂν δὲ ἡττηθέντες ἑνὶ μέρει τῆς δυνάμεως τῷ λοιπῷ πρὸς αὐτὸν φύγωσιν ἀμείνονα παρασκευάσειν αὐτὸν ἰσχύν: ὑπονοήσειν δὲ καὶ τοὺς πολεμίους εἰκός ἐστιν ἄλλο μετ᾽ αὐτοῦ στράτευμα εἶναι. [235] πεισθεὶς δὲ τῇ συμβουλίᾳ ταύτῃ μένειν μὲν αὐτὸς ἐν ταῖς Παρεμβολαῖς ἔκρινεν, ἐκπέμπων δὲ τοὺς φίλους καὶ τοὺς στρατηγοὺς ἐπὶ τὸν πόλεμον παρεκάλει προθυμίαν ἐναποδείξασθαι καὶ πίστιν καὶ μνήμην, εἴ τινος τῶν μετρίως ἐχόντων παρ᾽ αὐτοῦ ἔτυχον: φείσασθαι δὲ καὶ τοῦ παιδὸς Ἀψαλώμου κρατήσαντας ἠντιβόλει, μὴ κακὸν αὑτὸν ἐργάσηταί τι τελευτήσαντος αὐτοῦ. καὶ μὲν νίκην αὐτοῖς ἐπευξάμενος ἐκπέμπει τὴν στρατιάν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: