previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Συνέβη δὲ ταύτην γενέσθαι τὴν μάχην καθ᾽ ἣν ἡμέραν καὶ Δαυίδης τοὺς Ἀμαληκίτας νικήσας εἰς Σίκελλαν ὑπέστρεψεν. ἤδη δὲ αὐτοῦ δύο ἡμέρας ἔχοντος ἐν τῇ Σικέλλα τῇ τρίτῃ παραγίνεται διασωθεὶς ἐκ τῆς μάχης τῆς πρὸς Παλαιστίνους τὸν Σαοῦλον ἀνελὼν τήν τε ἐσθῆτα περιερρηγμένος καὶ τὴν κεφαλὴν τέφρᾳ περιχεάμενος. [2] καὶ προσκυνήσας αὐτὸν πυνθανομένῳ, πόθεν ἥκοι τοιοῦτος, ἀπὸ τῆς τῶν Ἰσραηλιτῶν μάχης ἔλεγε: γενέσθαι δ᾽ ἀτυχὲς αὐτῆς τὸ τέλος ἐδήλου πολλῶν μὲν ἀναιρεθεισῶν τοῖς Ἑβραίοις μυριάδων, πεσόντος δὲ καὶ τοῦ βασιλέως αὐτῶν Σαούλου μετὰ τῶν τέκνων: [3] ταῦτα δὲ σημαίνειν ἔφασκεν αὐτὸς παρατυχὼν τῇ τροπῇ τῶν Ἑβραίων καὶ τῷ βασιλεῖ πεφευγότι παρών, ὃν καὶ κτεῖναι μέλλοντα ὑπὸ τῶν πολεμίων λαμβάνεσθαι παρακληθεὶς αὐτὸς ὡμολόγει: τῇ ῥομφαίᾳ γὰρ αὐτὸν ἐπιπεσόντα διὰ τὴν τῶν τραυμάτων ὑπερβολὴν αὑτὸν ἀσθενῆσαι κατεργάσασθαι. [4] καὶ σύμβολα τῆς ἀναιρέσεως ἐπεδείκνυεν τόν τε περὶ τοῖς βραχίοσι χρυσὸν τοῦ βασιλέως καὶ τὸν στέφανον, περιδύσας τὸν Σαούλου νεκρὸν κομίσειεν αὐτῷ. Δαυίδης δὲ μηκέτ᾽ ἀπιστεῖν ἔχων ἀλλ᾽ ἐναργῆ τεκμήρια τοῦ Σαούλου θανάτου βλέπων καταρρηγνύει μὲν τὴν ἐσθῆτα, κλαίων δὲ καὶ ὀδυρόμενος μετὰ τῶν ἑταίρων ὅλην διεκαρτέρησε τὴν ἡμέραν. [5] ποιεῖ δ᾽ αὐτῷ τὴν λύπην χαλεπωτέραν Σαούλου παῖς Ἰωνάθης πιστότατός τε ὢν φίλος αὐτῷ καὶ σωτηρίας αἴτιος γεγενημένος. τοσαύτην δ᾽ ἐπεδείξατο τὴν ἀρετὴν καὶ τὴν πρὸς τὸν Σαοῦλον εὔνοιαν, ὡς μὴ μόνον ἐπὶ τεθνηκότι χαλεπῶς ἐνεγκεῖν πολλάκις ὑπ᾽ αὐτοῦ κινδυνεύσας ἀφαιρεθῆναι τὸν βίον, ἀλλὰ καὶ τὸν ἀποκτείναντα κολάσαι. [6] φήσας γὰρ πρὸς αὐτὸν, ὡς αὐτὸς γένοιτο κατήγορος ἀνελὼν τὸν βασιλέα, καὶ μαθών, ὡς εἴη πατρὸς Ἀμαληκίτου γένος, ἐκέλευσεν αὐτὸν ἀπολέσθαι. ἔγραψε δὲ καὶ θρήνους καὶ ἐπιταφίους ἐπαίνους Σαούλου καὶ Ἰωνάθου, οἳ καὶ μέχρις ἐμοῦ διαμένουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: