previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[170]

Χρόνοις δ᾽ ὕστερον οὐ πολλοῖς οἱ Παλαιστῖνοι πάλιν συνελθόντες καὶ δύναμιν ἀθροίσαντες μεγάλην ἐπίασι τοῖς Ἰσραηλίταις καὶ μεταξὺ Σωκοῦς καὶ Ἀζηκοῦς καταλαμβανόμενοι στρατοπεδεύονται. ἀντεπεξάγει δ᾽ αὐτοῖς τὴν στρατιὰν καὶ Σαοῦλος καὶ ἐπί τινος ὄρους στρατοπεδευσάμενος ἀναγκάζει τοὺς Παλαιστίνους τὸ μὲν πρῶτον στρατόπεδον καταλιπεῖν, ὁμοίως δ᾽ ἐπί τινος ὄρους ἀντικρὺ τοῦ καταληφθέντος ὑπὸ τοῦ Σαούλου στρατοπεδεύσασθαι. [171] διίστη δ᾽ ἀπ᾽ ἀλλήλων τὰ στρατόπεδα μέσος αὐλὼν τῶν ὀρῶν ἐφ᾽ ὧν ἦν. καταβὰς οὖν τις τῶν ἐκ τοῦ Παλαιστίνων στρατοπέδου Γολιάθης ὄνομα: πόλεως δὲ Γίττης ἀνὴρ παμμεγεθέστατος: ἦν γὰρ πηχῶν τεσσάρων καὶ σπιθαμῆς ὅπλα τῇ φύσει τοῦ σώματος ἀναλογοῦντα περικείμενος: θώρακα μὲν γὰρ ἐνεδέδυτο σταθμὸν ἄγοντα πέντε χιλιάδας σίκλων, κόρυθα δὲ καὶ κνημῖδας χαλκέας ὁποίας εἰκὸς ἦν ἀνδρὸς οὕτω παραδόξου τὸ μέγεθος σκεπάσαι μέρη, δόρυ δὲ ἦν οὐ κοῦφον βάσταγμα δεξιᾶς, ἀλλ᾽ ἐπὶ τῶν ὤμων αὐτὸ αἴρων ἔφερεν, εἶχε δὲ καὶ λόγχην ἑξακοσίων σίκλων, εἵποντο δὲ πολλοὶ βαστάζοντες τὰ ὅπλα: [172] στὰς τοίνυν Γολίαθος οὗτος μεταξὺ τῶν παρατάξεων βοήν τε ἀφίησι μεγάλην καὶ πρὸς τὸν Σαοῦλον καὶ τοὺς Ἑβραίους λέγει: ‘μάχης μὲν ὑμᾶς καὶ κινδύνων ἀπαλλάττω: τίς γὰρ ἀνάγκη τὴν στρατιὰν ἡμῶν συμπεσοῦσαν κακοπαθεῖν; [173] δότε δ᾽ ὅστις ἐμοὶ μαχεῖται τῶν ὑμετέρων, καὶ βραβευθήσεται τὰ τοῦ πολέμου ἑνὶ τῷ νενικηκότι: δουλεύσουσι γὰρ ἐκεῖνοι τοῖς ἑτέροις, ὧν ἂν νικήσας γένηται: πολὺ δὲ κρεῖττον εἶναι καὶ σωφρονέστατον ἑνὸς κινδύνῳ λαβεῖν βούλεσθε τῷ ἁπάντων.’ [174] ταῦτ᾽ εἰπὼν ἀνεχώρησεν εἰς τὸ τῶν οἰκείων στρατόπεδον. τῇ δ᾽ ἐχομένῃ πάλιν ἐλθὼν τοὺς αὐτοὺς ἐποιήσατο λόγους, καὶ μέχρι τεσσαράκοντα ἡμερῶν οὐ διέλειπε προκαλούμενος ἐπὶ τοῖς προειρημένοις τοὺς πολεμίους, ὡς καταπλαγῆναι αὐτόν τε τὸν Σαοῦλον καὶ τὴν στρατιάν. καὶ παρετάσσοντο μὲν ὡς εἰς μάχην, οὐκ ἤρχοντο δὲ εἰς χεῖρας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: