previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[131]

Σαμουῆλος δὲ παραγενόμενος πρὸς τὸν Σαοῦλον πεμφθῆναι πρὸς αὐτὸν ἔφασκεν ὑπὸ τοῦ θεοῦ, ὅπως αὐτὸν ὑπομνήσῃ, ὅτι βασιλέα προκρίνας αὐτὸν ἁπάντων θεὸς ἀπέδειξε, καὶ διὰ τοῦτο πείθεσθαι καὶ κατήκοον αὐτῷ γενέσθαι ὡς αὐτοῦ μὲν ἔχοντος τὴν τῶν ἐθνῶν ἡγεμονίαν, τοῦ δὲ θεοῦ καὶ τὴν κατ᾽ ἐκείνου καὶ τῶν ὅλων πραγμάτων. [132] λέγειν τοίνυν ἔφασκε τὸν θεὸν: ‘ἐπεὶ πολλὰ κακὰ τοὺς Ἑβραίους Ἀμαληκῖται διέθηκαν κατὰ τὴν ἔρημον, ὅτε ἐξελθόντες ἀπ᾽ Αἰγύπτου εἰς τὴν νῦν ὑπάρχουσαν αὐτοῖς ἐστέλλοντο χώραν, κελεύω πολέμῳ τιμωρησάμενον τοὺς Ἀμαληκίτας καὶ κρατήσαντα μηδέν᾽ αὐτῶν ὑπολιπεῖν, [133] ἀλλὰ πάσης διεξελθεῖν ἡλικίας ἀρξαμένους ἀπὸ γυναικῶν κτείνειν καὶ νηπίων καὶ τοιαύτην ὑπὲρ ὧν τοὺς προγόνους ὑμῶν εἰργάσαντο τιμωρίαν ἀπολαβεῖν, φείσασθαι δὲ μήτε ὑποζυγίων μήτε τῶν ἄλλων βοσκημάτων εἰς ὠφέλειαν καὶ κτῆσιν ἰδίαν, ἅπαντα δ᾽ ἀναθεῖναι τῷ θεῷ καὶ τὸ Ἀμαλήκου ὄνομα ταῖς Μωυσέος κατακολουθήσαντ᾽ ἐντολαῖς ἐξαλεῖψαι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: