previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[73]

δὲ Ναάσης καταφρονήσας τοῦ τῶν Γαλαδηνῶν πλήθους καὶ τῆς ἀποκρίσεως αὐτῶν δίδωσί τε αὐτοῖς τὴν ἀνοχὴν καὶ πέμπειν πρὸς οὓς ἂν θέλωσι συμμάχους ἐπιτρέπει. πέμπουσιν οὖν εὐθὺς κατὰ πόλιν τοῖς Ἰσραηλίταις οἳ ἤγγελλον τὰ παρὰ τοῦ Ναάσου καὶ τὴν ἀμηχανίαν ἐν καθειστήκεσαν. [74] οἱ δ᾽ εἰς δάκρυα καὶ λύπην ὑπὸ τῆς ἀκοῆς τῶν περὶ τοὺς Ἰαβισηνοὺς προήχθησαν καὶ πέρα τούτων οὐδὲν αὐτοῖς ἄλλο πράττειν συνεχώρει τὸ δέος: γενομένων δὲ τῶν ἀγγέλων καὶ ἐν τῇ Σαούλου τοῦ βασιλέως πόλει καὶ τοὺς κινδύνους ἐν οἷς εἶναι συνέβαινε τοὺς Ἰαβισηνοὺς φρασάντων, μὲν λαὸς ταὐτὰ τοῖς πρώτοις ἔπασχεν: ὠδύρετο γὰρ τὴν συμφορὰν τὴν τῶν συγγενῶν: [75] δὲ Σαοῦλος ἀπὸ τῶν περὶ τὴν γεωργίαν παραγενόμενος ἔργων εἰς τὴν πόλιν ἐπιτυγχάνει κλαίουσι τοῖς αὑτοῦ πολίταις, καὶ πυθόμενος τὴν αἰτίαν τῆς συγχύσεως καὶ κατηφείας αὐτῶν μανθάνει τὰ παρὰ τῶν ἀγγέλων. [76] καὶ ἔνθεος γενόμενος ἀποπέμπει μὲν τοὺς Ἰαβισηνοὺς ὑποσχόμενος αὐτοῖς ἥξειν βοηθὸς τῇ τρίτῃ τῶν ἡμερῶν καὶ πρὶν ἥλιον ἀνασχεῖν κρατήσειν τῶν πολεμίων, ἵνα καὶ νενικηκότας ἤδη καὶ τῶν φόβων ἀπηλλαγμένους ἥλιος ἐπιτείλας ἴδῃ: ὑπομεῖναι δ᾽ ἐκέλευσέ τινας αὐτῶν ἡγησομένους τῆς ὁδοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: