previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[68]

Μηνὶ δ᾽ ὕστερον ἄρχει τῆς παρὰ πάντων αὐτῷ τιμῆς πρὸς Ναάσην πόλεμος τὸν τῶν Ἀμμανιτῶν βασιλέα: οὗτος γὰρ πολλὰ κακὰ τοὺς πέραν τοῦ Ἰορδάνου ποταμοῦ κατῳκημένους τῶν Ἰουδαίων διατίθησι μετὰ πολλοῦ καὶ μαχίμου στρατεύματος διαβὰς ἐπ᾽ αὐτούς: [69] καὶ τὰς πόλεις αὐτῶν εἰς δουλείαν ὑπάγεται ἰσχύι μὲν καὶ βίᾳ πρὸς τὸ παρὸν αὐτοὺς χειρωσάμενος, σοφίᾳ δὲ καὶ ἐπινοίᾳ πρὸς τὸ μηδ᾽ αὖθις ἀποστάντας δυνηθῆναι τὴν ὑπ᾽ αὐτῷ δουλείαν διαφυγεῖν ἀσθενεῖς ποιῶν: τῶν γὰρ κατὰ πίστιν ὡς αὐτὸν ἀφικνουμένων λαμβανομένων πολέμου νόμῳ τοὺς δεξιοὺς ὀφθαλμοὺς ἐξέκοπτεν. [70] ἐποίει δὲ τοῦθ᾽, ὅπως τῆς ἀριστερᾶς αὐτοῖς ὄψεως ὑπὸ τῶν θυρεῶν καλυπτομένης ἄχρηστοι παντελῶς εἶεν. [71] καὶ μὲν τῶν Ἀμμανιτῶν βασιλεὺς ταῦτ᾽ ἐργασάμενος τοὺς πέραν τοῦ Ἰορδάνου ἐπὶ τοὺς Γαλαδηνοὺς λεγομένους ἐπεστράτευσε καὶ στρατοπεδευσάμενος πρὸς τῇ μητροπόλει τῶν πολεμίων, Ἰαβὶς δ᾽ ἐστὶν αὕτη, πέμπει πρὸς αὐτοὺς πρέσβεις κελεύων ἤδη παραδοῦναι σφᾶς αὐτοὺς ἐπὶ τῷ τοὺς δεξιοὺς αὐτῶν ὀφθαλμοὺς ἐξορύξαι, πολιορκήσειν ἠπείλει καὶ τὰς πόλεις αὐτῶν ἀναστήσειν: τὴν δ᾽ αἵρεσιν ἐπ᾽ αὐτοῖς εἶναι, πότερόν ποτε βραχύ τι τοῦ σώματος ἀποτεμεῖν θέλουσιν παντάπασιν ἀπολωλέναι. [72] οἱ δὲ Γαλαδηνοὶ καταπλαγέντες πρὸς οὐδέτερον μὲν ἐτόλμησαν οὐδὲν εἰπεῖν οὔτ᾽ εἰ παραδιδόασιν αὑτοὺς οὔτ᾽ εἰ πολεμοῦσιν, ἀνοχὴν δ᾽ ἡμερῶν ἑπτὰ λαβεῖν ἠξίωσαν, ἵνα πρεσβευσάμενοι πρὸς τοὺς ὁμοφύλους παρακαλέσωσι συμμαχεῖν αὐτοῖς καὶ εἰ μὲν ἔλθοι βοήθεια πολεμῶσιν, εἰ δ᾽ ἄπορα εἴη τὰ παρ᾽ ἐκείνων παραδώσειν αὑτοὺς ἔφασκον ἐπὶ τῷ παθεῖν ὅτι ἂν αὐτῷ δοκῇ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: