previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[58]

Ὡς δὲ ἦλθεν εἰς τὴν οἰκίαν τοῦ συγγενοῦς αὐτοῦ Ἀβηνάρου, καὶ γὰρ ἐκεῖνον τῶν ἄλλων οἰκείων μᾶλλον ἔστεργεν, ἀνερωτῶντος περὶ τῆς ἀποδημίας καὶ τῶν κατ᾽ αὐτὸν γεγονότων τῶν μὲν ἄλλων οὐδὲν ἀπεκρύψατο οὐδ᾽ ὡς ἀφίκοιτο παρὰ Σαμουῆλον τὸν προφήτην οὐδ᾽ ὡς ἐκεῖνος αὐτῷ σεσῶσθαι τὰς ὄνους ἔφρασε, περὶ δὲ τῆς βασιλείας καὶ τῶν κατ᾽ αὐτὴν, [59] φθόνον ἀκουόμενα καὶ ἀπιστίαν ἔχειν ᾤετο, σιωπᾷ πρὸς αὐτὸν καὶ οὐδὲ πρὸς εὔνουν σφόδρα δοκοῦντα εἶναι καὶ περισσότερον τῶν ἀφ᾽ αἵματος ὑπ᾽ αὐτοῦ στεργόμενον ἀσφαλὲς σῶφρον ἔδοξε μηνύειν λογισάμενος οἶμαι τὴν ἀνθρωπίνην φύσιν οἵα ταῖς ἀληθείαις ἐστίν, ὅτι βεβαίως οὐδεὶς οὔτε φίλων οὔτε συγγενῶν οὐδ᾽ ἄχρι τῶν παρὰ τοῦ θεοῦ λαμπρῶν ἀποσώζει τὴν διάθεσιν, ἀλλὰ πρὸς τὰς ὑπεροχὰς κακοήθεις τυγχάνουσιν ἤδη καὶ βάσκανοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: