previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[32] ἔπειθ᾽ ὑπὸ γήρως βαρυνόμενος καὶ τὰ συνήθη πράττειν ἐμποδιζόμενος τοῖς υἱοῖς τὴν ἀρχὴν καὶ τὴν προστασίαν τοῦ ἔθνους παραδίδωσιν, ὧν μὲν πρεσβύτερος Ἰοῦλος προσηγορεύετο, τῷ δὲ νεωτέρῳ Ἐβίᾳ ὄνομα ἦν. προσέταξε δὲ τὸν μὲν ἐν Βεθήλῳ πόλει καθεζόμενον κρίνειν, τὸν δ᾽ ἕτερον ἐν Βερσουβεὶ μερίσας τὸν ὑπακουσόμενον ἑκατέρῳ λαόν. [33] ἐγένοντο δὲ σαφὲς οὗτοι παράδειγμα καὶ τεκμήριον τοῦ μὴ τὸν τρόπον ὁμοίους τοῖς φύσασι γίνεσθαί τινας, ἀλλὰ τάχα μὲν χρηστοὺς καὶ μετρίους ἐκ πονηρῶν, τότε μέν γε φαύλους ἐξ ἀγαθῶν παρέσχον αὑτοὺς γενομένους: [34] τῶν γὰρ τοῦ πατρὸς ἐπιτηδευμάτων ἐκτραπόμενοι καὶ τὴν ἐναντίαν ὁδὸν ἀπελθόντες δώρων καὶ λημμάτων αἰσχρῶν καθυφίεντο τὸ δίκαιον, καὶ τὰς κρίσεις οὐ πρὸς τὴν ἀλήθειαν, ἀλλὰ πρὸς τὸ κέρδος ποιούμενοι καὶ πρὸς τρυφὴν καὶ πρὸς διαίτας πολυτελεῖς ἀπονενευκότες πρῶτον μὲν ὑπεναντία ταῦτα ἔπρασσον τῷ θεῷ, δεύτερον δὲ τῷ προφήτῃ πατρὶ δ᾽ ἑαυτῶν, ὃς πολλὴν καὶ τοῦ τὸ πλῆθος εἶναι δίκαιον σπουδὴν εἰσεφέρετο καὶ πρόνοιαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: