previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[19]

Τοῦ δὲ λαοῦ παντὸς ἐκείνῳ τῷ χρόνῳ, καθ᾽ ὃν εἶχεν τῶν Καριαθιαρειμιτῶν πόλις τὴν κιβωτὸν, ἐπ᾽ εὐχὰς καὶ θυσίας τραπέντος τοῦ θεοῦ καὶ πολλὴν ἐμφανίζοντος τὴν περὶ αὐτὸν θρησκείαν καὶ φιλοτιμίαν, προφήτης Σαμουῆλος ἰδὼν αὐτῶν τὴν προθυμίαν, ὡς εὔκαιρον πρὸς οὕτως ἔχοντας εἰπεῖν περὶ ἐλευθερίας καὶ τῶν ἀγαθῶν τῶν ἐν αὐτῇ, χρῆται λόγοις οἷς ᾤετο μάλιστα τὴν διάνοιαν αὐτῶν προσάξεσθαι καὶ πείσειν: [20]ἄνδρες, γὰρ εἶπεν, οἷς ἔτι νῦν βαρεῖς μὲν πολέμιοι Παλαιστῖνοι, θεὸς δ᾽ εὐμενὴς ἄρχεται γίνεσθαι καὶ φίλος, οὐκ ἐπιθυμεῖν ἐλευθερίας δεῖ μόνον, ἀλλὰ καὶ ποιεῖν δι᾽ ὧν ἂν ἔλθοι πρὸς ὑμᾶς, οὐδὲ βούλεσθαι μὲν ἀπηλλάχθαι δεσποτῶν ἐπιμένειν δὲ πράττοντας ἐξ ὧν οὗτοι διαμενοῦσιν: [21] ἀλλὰ γίνεσθε δίκαιοι, καὶ τὴν πονηρίαν ἐκβαλόντες τῶν ψυχῶν καὶ θεραπεύσαντες αὐτὴν ὅλαις ταῖς διανοίαις προστρέπεσθε τὸ θεῖον καὶ τιμῶντες διατελεῖτε: ταῦτα γὰρ ὑμῖν ποιοῦσιν ἥξει τὰ ἀγαθά, δουλείας ἀπαλλαγὴ καὶ νίκη πολεμίων, λαβεῖν οὔθ᾽ ὅπλοις οὔτε σωμάτων ἀλκαῖς οὔτε πλήθει συμμάχων δυνατόν ἐστιν: οὐ γὰρ τούτοις θεὸς ὑπισχνεῖται παρέξειν αὐτά, τῷ δ᾽ ἀγαθοὺς εἶναι καὶ δικαίους: ἐγγυητὴς δὲ αὐτοῦ τῶν ὑποσχέσεων ἐγὼ γίνομαι.’ [22] ταῦτ᾽ εἰπόντος ἐπευφήμησε τὸ πλῆθος ἡσθὲν τῇ παραινέσει καὶ κατένευσεν αὑτὸ παρέξειν κεχαρισμένον τῷ θεῷ. συνάγει δ᾽ αὐτοὺς Σαμουῆλος εἴς τινα πόλιν λεγομένην Μασφάτην: κατοπτευόμενον τοῦτο σημαίνει κατὰ τὴν τῶν Ἑβραίων γλῶτταν: ἐντεῦθεν ὑδρευσάμενοί τε σπένδουσι τῷ θεῷ καὶ διανηστεύσαντες ὅλην τὴν ἡμέραν ἐπ᾽ εὐχὰς τρέπονται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), MIZPAH
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: