previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[351]

Κατεστρατοπεδευκότων γὰρ τῶν Παλαιστίνων, ὡς προεῖπον, καὶ κατὰ ἔθνη καὶ βασιλείας καὶ σατραπείας ἐξαριθμούντων τὴν δύναμιν, τελευταῖος βασιλεὺς παρῆλθεν Ἀγχοῦς μετὰ τῆς ἰδίας στρατιᾶς καὶ Δαυίδης μετὰ τῶν ἑξακοσίων ὁπλιτῶν εἵπετο. [352] θεασάμενοι δὲ αὐτὸν οἱ στρατηγοὶ τῶν Παλαιστίνων, πόθεν εἴησαν ἥκοντες οἱ Ἑβραῖοι καὶ τίνων καλεσάντων ἠρώτων τὸν βασιλέα. δὲ Δαυίδην ἔλεγεν εἶναι τὸν φυγόντα Σαοῦλον τὸν ἑαυτοῦ δεσπότην καὶ πρὸς αὐτὸν ἐλθόντα δέξασθαι, καὶ νῦν τῆς χάριτος ἀμοιβὴν ἐκτεῖσαι βουλόμενον καὶ τιμωρήσασθαι τὸν Σαοῦλον συμμαχεῖν αὐτοῖς. [353] ἐμέμφθη δὲ ὑπὸ τῶν στρατηγῶν ἄνδρα παρειληφὼς ἐπὶ συμμαχίᾳ πολέμιον καὶ ἀποπέμπειν συνεβούλευον, μὴ καὶ λάθῃ μέγα δι᾽ αὐτὸν κακὸν τοὺς φίλους ἐργασάμενος: καὶ γὰρ οὕτω παρέξειν καταλλαγῆναι πρὸς τὸν δεσπότην κακώσαντα τὴν ἡμετέραν δύναμιν. [354] δὴ καὶ προορώμενον εἰς τὸν τόπον ὃν ἔδωκεν αὐτῷ κατοικεῖν ἐκέλευον ἀποπέμπειν σὺν τοῖς ἑξακοσίοις ὁπλίταις: τοῦτον γὰρ εἶναι τὸν Δαυίδην, ὃν ᾁδουσιν αἱ παρθένοι πολλὰς μυριάδας Παλαιστίνων ἀπολέσαντα. ταῦτ᾽ ἀκούσας τῶν Γιττῶν βασιλεὺς καὶ καλῶς εἰρῆσθαι λογισάμενος καλέσας τὸν Δαυίδηνἐγὼ μέν, [355] εἶπε, μαρτυρῶ σοι πολλὴν περὶ ἐμὲ σπουδὴν καὶ εὔνοιαν καὶ διὰ τοῦτό σε σύμμαχον ἐπηγόμην: οὐ δοκεῖ δὲ ταὐτὸ τοῖς στρατηγοῖς. ἀλλ᾽ ἄπιθι μεθ᾽ ἡμέραν εἰς ὃν ἔδωκά σοι τόπον μηδὲν ὑπονοῶν ἄτοπον, κἀκεῖ φύλασσέ μοι τὴν χώραν, μή τινες εἰς αὐτὴν τῶν πολεμίων ἐμβάλωσιν. ἔστι δὲ καὶ τοῦτο συμμαχίας μέρος.’ [356] καὶ Δαυίδης μέν, ὡς ἐκέλευσεν τῶν Γιττῶν βασιλεύς, ἧκεν εἰς Σίκελλαν. καθ᾽ ὃν δὲ καιρὸν ἐξ αὐτῆς συμμαχήσων τοῖς Παλαιστίνοις ἀπῆλθε τὸ τῶν Ἀμαληκιτῶν ἔθνος ἐπελθὸν αἱρεῖ τὴν Σίκελλαν κατὰ κράτος, καὶ ἐμπρήσαντες καὶ πολλὴν λείαν ἄλλην ἔκ τ᾽ αὐτῆς ἐκείνης καὶ τῆς ἄλλης τῶν Παλαιστίνων χώρας λαβόντες ἀνεχώρησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: