previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[340]

Δίκαιον δὲ ἀποδέξασθαι τῆς φιλοτιμίας τὴν γυναῖκα, ὅτι καίπερ τῇ τέχνῃ κεκωλυμένη χρήσασθαι ὑπὸ τοῦ βασιλέως, παρ᾽ ἧς ἂν αὐτῇ τὰ κατὰ τὸν οἶκον ἦν ἀμείνω καὶ διαρκέστερα, καὶ μηδέποτε αὐτὸν πρότερον τεθεαμένη οὐκ ἐμνησικάκησε τῆς ἐπιστήμης ὑπ᾽ αὐτοῦ καταγνωσθείσης, οὐκ ἀπεστράφη δὲ ὡς ξένον καὶ μηδέποτε ἐν συνηθείᾳ γεγενημένον, [341] ἀλλὰ συνεπάθησέ τε καὶ παρεμυθήσατο καὶ πρὸς διέκειτο λίαν ἀηδῶς προετρέψατο, καὶ τὸ μόνον αὐτῇ παρὸν ὡς ἐν πενίᾳ τοῦτο παρέσχεν ἐκτενῶς καὶ φιλοφρόνως, οὔθ᾽ ὑπὲρ εὐεργεσίας ἀμειβομένη τινὸς γεγενημένης οὔτε χάριν μέλλουσαν θηρωμένη, τελευτήσοντα γὰρ αὐτὸν ἠπίστατο, φύσει τῶν ἀνθρώπων πρὸς τοὺς ἀγαθόν τι παρεσχημένους φιλοτιμουμένων, παρ᾽ ὧν ἂν δύνωνται λαβεῖν ὄφελος τούτους προθεραπευόντων. [342] καλὸν οὖν ἐστι μιμεῖσθαι τὴν γυναῖκα καὶ ποιεῖν εὖ πάντας τοὺς ἐν χρείᾳ γενομένους καὶ μηδὲν ὑπολαμβάνειν ἄμεινον μηδὲ μᾶλλόν τι προσήκειν τῷ τῶν ἀνθρώπων γένει τούτου μηδ᾽ ἐφ᾽ τὸν θεὸν εὐμενῆ καὶ χορηγὸν τῶν ἀγαθῶν ἕξομεν. καὶ τὰ μὲν περὶ τῆς γυναικὸς ἐν τοσούτοις ἀρκεῖ δεδηλῶσθαι: [343] τὸν δὲ πόλεσι καὶ δήμοις καὶ ἔθνεσι συμφέροντα λόγον καὶ προσήκοντα τοῖς ἀγαθοῖς, ὑφ᾽ οὗ προαχθήσονται πάντες ἀρετὴν διώξειν καὶ ζηλοῦν δόξαν καὶ μνήμην αἰώνιον παρασχεῖν δυνησόμενον, ποιήσομαι, πολλὴν καὶ βασιλεῦσιν ἐθνῶν καὶ ἄρχουσι πόλεων ἐπιθυμίαν καὶ σπουδὴν τῶν καλῶν ἐνθήσοντα, καὶ πρός τε κινδύνους καὶ τὸν ὑπὲρ τῶν πατρίδων θάνατον προτρεψόμενον, καὶ πάντων καταφρονεῖν διδάξοντα τῶν δεινῶν. [344] ἔχω δ᾽ αἰτίαν τοῦ λόγου τούτου Σαοῦλον τὸν τῶν Ἑβραίων βασιλέα: οὗτος γὰρ καίπερ εἰδὼς τὰ συμβησόμενα καὶ τὸν ἐπικείμενον θάνατον τοῦ προφήτου προειρηκότος οὐκ ἔγνω φυγεῖν αὐτὸν οὐδὲ φιλοψυχήσας προδοῦναι μὲν τοὺς οἰκείους τοῖς πολεμίοις καθυβρίσαι δὲ τὸ τῆς βασιλείας ἀξίωμα, [345] ἀλλὰ παραδοὺς αὑτὸν πανοικὶ μετὰ τῶν τέκνων τοῖς κινδύνοις καλὸν ἡγήσατο εἶναι πεσεῖν μετὰ τούτων ὑπὲρ τῶν βασιλευομένων μαχόμενος, καὶ τοὺς παῖδας ἀποθανεῖν μᾶλλον ἀγαθοὺς ὄντας, καταλιπεῖν ἐπ᾽ ἀδήλῳ τῷ ποδαποὶ γενήσονται τὸν τρόπον: διάδοχον γὰρ καὶ γένος τὸν ἔπαινον καὶ τὴν ἀγήρω μνήμην ἕξειν. [346] οὗτος οὖν δίκαιος καὶ ἀνδρεῖος καὶ σώφρων ἔμοι γε δοκεῖ μόνος καὶ εἴ τις γέγονε τοιοῦτος γενήσεται τὴν μαρτυρίαν ἐπ᾽ ἀρετῇ καρποῦσθαι παρὰ πάντων ἄξιος: τοὺς γὰρ μετ᾽ ἐλπίδων ἐπὶ πόλεμον ἐξελθόντας ὡς καὶ κρατήσοντας καὶ σῶς ἐπιστρέψοντας, ἐπειδάν τι διαπράξωνται λαμπρόν, οὔ μοι δοκοῦσι καλῶς ποιεῖν ἀνδρείους ἀποκαλοῦντες, ὅσοι περὶ τῶν τοιούτων ἐν ταῖς ἱστορίαις καὶ τοῖς ἄλλοις συγγράμμασιν εἰρήκασιν: [347] ἀλλὰ δίκαιοι μέν εἰσι κἀκεῖνοι τυγχάνειν ἀποδοχῆς, εὔψυχοι δὲ καὶ μεγαλότολμοι καὶ τῶν δεινῶν καταφρονηταὶ μόνοι δικαίως ἂν λέγοιντο πάντες οἱ Σαοῦλον μιμησάμενοι. τὸ μὲν γὰρ οὐκ εἰδότας τί μέλλει συμβήσεσθαι κατὰ τὸν πόλεμον αὐτοῖς μὴ μαλακισθῆναι περὶ αὐτόν, ἀλλ᾽ ἀδήλῳ τῷ μέλλοντι παραδόντας αὑτοὺς ἐπ᾽ αὐτοῦ σαλεύειν οὔπω γενναῖον, κἂν ἔργα πολλὰ διαπραξάμενοι τύχωσι: [348] τὸ δὲ μηδὲν ἐν τῇ διανοίᾳ χρηστὸν προσδοκῶντας, ἀλλὰ προειδότας ὡς δεῖ θανεῖν καὶ τοῦτο παθεῖν μαχομένους εἶτα μὴ φοβηθῆναι μηδὲ καταπλαγῆναι τὸ δεινόν, ἀλλ᾽ ἐπ᾽ αὐτὸ χωρῆσαι προγινωσκόμενον, τοῦτ᾽ ἀνδρείου ἀληθῶς τεκμήριον ἐγὼ κρίνω. [349] Σαοῦλος τοίνυν τοῦτο ἐποίησεν ἐπιδείξας ὅτι πάντας μὲν προσήκει τῆς μετὰ τὸν θάνατον εὐφημίας γλιχομένους ταῦτα ποιεῖν, ἐξ ὧν ἂν αὑτοῖς ταύτην καταλείποιεν, μάλιστα δὲ τοὺς βασιλέας, ὡς οὐκ ἐξὸν αὐτοῖς διὰ τὸ μέγεθος τῆς ἀρχῆς οὐ μόνον οὐ κακοῖς εἶναι περὶ τοὺς ἀρχομένους, ἀλλ᾽ οὐδὲ μετρίως χρηστοῖς. [350] ἔτι τούτων πλείω περὶ Σαούλου καὶ τῆς εὐψυχίας λέγειν ἠδυνάμην ὕλην ἡμῖν χορηγησάσης τῆς ὑποθέσεως, ἀλλ᾽ ἵνα μὴ φανῶμεν ἀπειροκάλως αὐτοῦ χρῆσθαι τοῖς ἐπαίνοις, ἐπάνειμι πάλιν ἀφ᾽ ὧν εἰς τούτους ἐξέβην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: