previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[337]

Ταῦτ᾽ ἀκούσας Σαοῦλος ἄφωνος ὑπὸ λύπης ἐγένετο καὶ κατενεχθεὶς εἰς τοὔδαφος, εἴτε διὰ τὴν προσπεσοῦσαν ἐκ τῶν δεδηλωμένων ὀδύνην, εἴτε διὰ τὴν ἔνδειαν, οὐ γὰρ προσενήνεκτο τροφὴν τῇ παρελθούσῃ ἡμέρᾳ τε καὶ νυκτί, ῥᾳδίως ἔκειτο νέκυς ὥς τις. [338] μόλις δὲ ἑαυτοῦ γενόμενον συνηνάγκασεν γυνὴ γεύσασθαι ταύτην αἰτουμένη παρ᾽ αὐτοῦ τὴν χάριν ἀντὶ τῆς παραβόλου μαντείας, ἣν οὐκ ἐξὸν αὐτῇ ποιήσασθαι διὰ τὸν ἐξ αὐτοῦ φόβον ἀγνοουμένου τίς ἦν, ὅμως ὑπέστη καὶ παρέσχεν. ἀνθ᾽ ὧν παρεκάλει τράπεζάν τε αὐτῷ παραθεῖναι καὶ τροφήν, ὡς ἂν τὴν ἰσχὺν συλλεξάμενος εἰς τὸ τῶν οἰκείων ἀποσωθῇ στρατόπεδον: ἀντέχοντα δὲ καὶ τελέως ἀπεστραμμένον ὑπὸ ἀθυμίας ἐβιάσατο καὶ συνέπεισεν. [339] ἔχουσα δὲ μόσχον ἕνα συνήθη καὶ τῆς κατ᾽ οἶκον ἐπιμελείας καὶ τροφῆς ἀξιούμενον ὑπ᾽ αὐτῆς, ὡς γυνὴ χερνῆτις καὶ τούτῳ μόνῳ προσαναπαυομένη τῷ κτήματι, κατασφάξασα τοῦτον καὶ τὰ κρέα παρασκευάσασα τοῖς οἰκέταις αὐτοῦ καὶ αὐτῷ παρατίθησι. καὶ Σαοῦλος μὲν διὰ τῆς νυκτὸς ἦλθεν εἰς τὸ στρατόπεδον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: