previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[300]

Δούλου δέ τινος τῶν τὰ ποίμνια φυλασσόντων τὰ τοῦ Ναβάλου πρὸς τὴν δέσποιναν μὲν ἑαυτοῦ γυναῖκα δ᾽ ἐκείνου κατειπόντος, ὅτι πέμψας Δαυίδης αὐτῆς πρὸς τὸν ἄνδρα μηδενὸς τύχοι τῶν μετρίων, ἀλλὰ καὶ προσυβρισθείη βλασφημίαις δειναῖς πάσῃ περὶ αὐτοὺς προνοίᾳ καὶ φυλακῇ τῶν ποιμνίων χρησάμενος, [301] γέγονε δὲ τοῦτο ἐπὶ κακῷ τῷ τοῦ δεσπότου καὶ ταῦτ᾽ ἐκείνου φήσαντος Ἀβιγαία, προσηγορεύετο γὰρ οὕτως, ἐπισάξασα τοὺς ὄνους καὶ πληρώσασα παντοίων ξενίων καὶ μηδὲν εἰποῦσα τἀνδρί, ὑπὸ γὰρ μέθης ἀναίσθητος ἦν, ἐπορεύετο πρὸς Δαυίδην: καταβαινούσῃ δὲ τὰ στενὰ τοῦ ὄρους ἀπήντησε Δαυίδης μετὰ τῶν τετρακοσίων ἐπὶ Νάβαλον ἐρχόμενος. [302] θεασαμένη δ᾽ αὐτὸν γυνὴ κατεπήδησε καὶ πεσοῦσα ἐπὶ πρόσωπον προσεκύνησε καὶ τῶν μὲν Ναβάλου λόγων ἐδεῖτο μὴ μνημονεύειν οὐ γὰρ ἀγνοεῖν αὐτὸν ὅμοιον ὄντα τῷ ὀνόματι, Νάβαλος γὰρ κατὰ τὴν Ἑβραίων γλῶτταν ἀφροσύνην δηλοῖ, αὐτὴ δ᾽ ἀπελογεῖτο μὴ θεάσασθαι τοὺς πεμφθέντας ὑπ᾽ αὐτοῦ: [303]διὸ συγγίνωσκέ μοι, φησί, καὶ τῷ θεῷ χάριν ἔχε κωλύοντί σε μιανθῆναι ἀνθρωπίνῳ αἵματι: μένοντα γάρ σε καθαρὸν ἐκεῖνος αὐτὸς ἐκδικήσει παρὰ τῶν πονηρῶν: γὰρ ἐκδέχεται κακὰ Νάβαλον ταῦτα καὶ ταῖς τῶν ἐχθρῶν σου κεφαλαῖς ἐμπέσοι. [304] γενοῦ δὲ εὐμενής μοι κρίνας ἀξίαν τοῦ παρ᾽ ἐμοῦ ταῦτα δέξασθαι, καὶ τὸν θυμὸν καὶ τὴν ὀργὴν τὴν ἐπὶ τὸν ἄνδρα μου καὶ τὸν οἶκον αὐτοῦ εἰς τὴν ἐμὴν τιμὴν ἄφες: πρέπει γὰρ ἡμέρῳ σοι καὶ φιλανθρώπῳ τυγχάνειν, καὶ ταῦτα μέλλοντι βασιλεύειν.’ [305] δὲ τὰ δῶρα δεξάμενοςἀλλά σε, φησίν, γύναι, θεὸς εὐμενὴς ἤγαγε πρὸς ἡμᾶς τήμερον: οὐ γὰρ ἂν τὴν ἐπερχομένην ἡμέραν εἶδες, ἐμοῦ τὸν οἶκον τὸν Ναβάλου διὰ τῆσδε τῆς νυκτὸς ὀμόσαντος ἀπολέσαι καὶ μηδένα ὑμῶν ἀπολείψειν ἀπὸ ἀνδρὸς ἕως τετραπόδου πονηροῦ καὶ ἀχαρίστου πρὸς ἐμὲ καὶ τοὺς ἐμοὺς ἑταίρους γενομένου. νῦν δὲ φθάσασα προέλαβες καταμειλίξασθαί μου τὸν θυμὸν κηδομένου σου θεοῦ. ἀλλὰ Νάβαλος μὲν κἂν ἀφεθῇ διὰ σὲ νῦν τῆς τιμωρίας οὐ φεύξεται τὴν δίκην, ἀλλ᾽ τρόπος αὐτὸν ἀπολεῖ λαβὼν αἰτίαν ἄλλην.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: