previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[259]

Ταῦτα λέγων ἀρχιερεὺς οὐκ ἔπεισε τὸν Σαοῦλον: δεινὸς γὰρ φόβος μηδ᾽ ἀληθεῖ πιστεύειν ἀπολογίᾳ: κελεύει δὲ τοῖς ὁπλίταις περιστᾶσιν αὐτὸν ἀποκτεῖναι. μὴ θαρρούντων δ᾽ ἐκείνων ἅψασθαι τοῦ ἀρχιερέως, ἀλλὰ τὸ θεῖον εὐλαβουμένων μᾶλλον τὸ παρακοῦσαι τοῦ βασιλέως, τῷ Σύρῳ Δωήγῳ προστάσσει τὸν φόνον. [260] καὶ παραλαβὼν ὁμοίους αὑτῷ πονηροὺς ἐκεῖνος ἀποκτείνει τὸν Ἀβιμέλεχον καὶ τὴν γενεὰν αὐτοῦ: ἦσαν δὲ πάντες ὡσεὶ πέντε καὶ τριακόσιοι. πέμψας δὲ Σαοῦλος καὶ εἰς τὴν πόλιν τῶν ἱερέων Ναβὰν πάντας τε αὐτοὺς ἀπέκτεινεν οὐ γυναικῶν οὐ νηπίων οὐδ᾽ ἄλλης ἡλικίας φεισάμενος, αὐτὴν δὲ ἐνέπρησε. [261] διασώζεται δὲ παῖς εἷς Ἀβιμελέχου Ἀβιάθαρος ὄνομα. ταῦτα μέντοι συνέβη, καθὼς προεφήτευσεν θεὸς τῷ ἀρχιερεῖ Ἠλὶ διὰ τὰς τῶν υἱῶν αὐτοῦ δύο παρανομίας εἰπὼν διαφθαρήσεσθαι τοὺς ἐγγόνους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: