previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[242]

Δαυίδης δὲ φεύγων τὸν βασιλέα καὶ τὸν ἐξ αὐτοῦ θάνατον εἰς Ναβὰν παραγίνεται πόλιν πρὸς Ἀβιμέλεχον τὸν ἀρχιερέα, ὃς ἐπὶ τῷ μόνον ἥκοντα ἰδεῖν καὶ μήτε φίλον σὺν αὐτῷ μήτ᾽ οἰκέτην παρόντα ἐθαύμασε καὶ τὴν αἰτίαν τοῦ μηδένα εἶναι σὺν αὐτῷ μαθεῖν ἤθελεν. [243] δὲ πρᾶξιν ἀπόρρητον ἐπιταγῆναι παρὰ τοῦ βασιλέως ἔφησεν, εἰς ἣν συνοδίας αὐτῷ βουλομένῳ λαθεῖν οὐκ ἔδει: ‘τοὺς μέντοι θεράποντας εἰς τόνδε μοι τὸν τόπον ἀπαντᾶν προσέταξα.’ ἠξίου δὲ λαβεῖν ἐφόδια: φίλου γὰρ αὐτὸν ποιήσειν ἔργον παρασχόντα καὶ πρὸς τὸ προκείμενον συλλαμβανομένου. [244] τυχὼν δὲ τούτων ᾔτει καὶ ὅπλον τι μετὰ χεῖρας ῥομφαίαν δοράτιον: παρῆν δὲ καὶ Σαούλου δοῦλος γένει μὲν Σύρος Δώηγος δὲ ὄνομα τὰς τοῦ βασιλέως ἡμιόνους νέμων: δ᾽ ἀρχιερεὺς ἔχειν μὲν αὐτὸς οὐδέν τι εἶπε τοιοῦτον, εἶναι δὲ τὴν Γολιάθου ῥομφαίαν, ἣν ἀποκτείνας τὸν Παλαιστῖνον αὐτὸς ἀναθείη τῷ θεῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: