previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[229]

Πρὸς δὲ τὸ τελευταῖον δυσχεράνας τῶν λόγων Ἰωνάθης ποιήσειν ταῦτ᾽ ἐπηγγείλατο κἄν τι σκυθρωπὸν πατὴρ αὐτοῦ καὶ τὴν ἀπέχθειαν ἐμφανίζον ἀποκρίνηται μηνύσειν. ἵνα δ᾽ αὐτῷ θαρρῇ μᾶλλον, ἐξαγαγὼν αὐτὸν εἰς ὕπαιθρον καὶ καθαρὸν ἀέρα οὐδὲν παρήσειν ὑπὲρ τῆς Δαυίδου σωτηρίας ὤμνυε: [230]τὸν γὰρ θεόν, εἶπε, τοῦτον ὃν πολὺν ὁρᾷς καὶ πανταχοῦ κεχυμένον, καὶ πρὶν ἑρμηνεῦσαί με τοῖς λόγοις τὴν διάνοιαν ἤδη μου ταύτην εἰδότα, μάρτυρα ποιοῦμαι τῶν πρὸς σὲ συνθηκῶν, ὡς οὐκ ἀνήσω τὸν πατέρα πολλάκις αὐτοῦ τῆς προαιρέσεως διάπειραν λαμβάνων, πρὶν καταμαθεῖν ἥτις ἐστὶ καὶ παρὰ τοῖς ἀπορρήτοις αὐτοῦ τῆς ψυχῆς γενέσθαι. [231] καταμαθὼν δ᾽ οὐκ ἀποκρύψομαι, καταμηνύσω δὲ πρὸς σὲ καὶ πρᾷον ὄντα καὶ δυσμενῶς διακείμενον. οἶδε δὲ οὗτος θεός, πῶς αὐτὸν εἶναι μετὰ σοῦ διὰ παντὸς εὔχομαι: ἔστι μὲν γὰρ νῦν καὶ οὐκ ἀπολείψει σε, ποιήσει δέ σε τῶν ἐχθρῶν ἄντε πατὴρ ἐμὸς ἄντ᾽ ἐγὼ κρείττονα. [232] σὺ μόνον μνημόνευε τούτων, κἂν ἀποθανεῖν μοι γένηται τὰ τέκνα μου σῶζε, καὶ τὴν ὑπὲρ τῶν παρόντων μοι ἀμοιβὴν εἰς ἐκεῖνα κατάθου.’ ταῦτ᾽ ἐπομόσας ἀπολύει τὸν Δαυίδην εἴς τινα τόπον ἀπελθεῖν τοῦ πεδίου φράσας, ἐν γυμναζόμενος διατελεῖ: γνοὺς γὰρ τὰ παρὰ τοῦ πατρὸς ἥξειν πρὸς αὐτὸν ἔφησεν ἐκεῖ μόνον ἐπαγόμενος παῖδα. [233] καὶ τρία ἀκόντια δὲ βαλὼν ἐπὶ τὸν σκοπὸν κομίσαι τῷ παιδὶ προστάσσω τὰ ἀκόντια: κεῖσθαι γὰρ ἔμπροσθεν αὐτοῦ. ‘καὶ ἂν ταῦτα, φησίν, ἀκούσῃς γίνωσκε μηδὲν εἶναι φαῦλον παρὰ τοῦ πατρός: ἂν δὲ τὰ ἐναντία τούτων ἀκούσῃς μου λέγοντος, καὶ τὰ ἐναντία παρὰ τοῦ βασιλέως προσδόκα. [234] τῆς μέντοι γε ἀσφαλείας τεύξῃ παρ᾽ ἐμοῦ καὶ οὐδὲν μὴ πάθῃς ἄτοπον: ὅπως δὲ μνησθῇς τούτων παρὰ τὸν τῆς εὐπραγίας καιρὸν σκόπει καὶ τοῖς υἱοῖς μου γενοῦ χρήσιμος.’ Δαυίδης μὲν οὖν ταύτας λαβὼν παρὰ Ἰωνάθου τὰς πίστεις εἰς τὸ συγκείμενον ἀπηλλάγη χωρίον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: