previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[209]

Τῇ δ᾽ ἐπιούσῃ πρὸς τὸν Σαοῦλον Ἰωνάθης ἐλθὼν ὡς ἱλαρόν τε καὶ χαίροντα κατέλαβεν ἤρξατο λόγους αὐτῷ περὶ τοῦ Δαυίδου προσφέρειν: ‘τί καταγνοὺς αὐτοῦ μικρὸν μεῖζον ἀδίκημα, πάτερ, προσέταξας ἀνελεῖν ἄνδρα μέγα μὲν αὐτῷ πρὸς σωτηρίαν ὄφελος γεγενημένον, μεῖζον δὲ πρὸς τὴν Παλαιστίνων τιμωρίαν, [210] ὕβρεως δὲ καὶ χλεύης ἀπαλλάξαντα τὸν Ἑβραίων λαὸν ἣν ἐπὶ τεσσαράκοντα ἡμέρας ὑπέμεινε μόνος τολμῶν ὑποστῆναι τὴν τοῦ πολεμίου πρόκλησιν, καὶ μετὰ ταῦτα κομίσαντα μὲν ὅσας ἐπετάχθη κεφαλὰς τῶν ἐχθρῶν, λαβόντα δ᾽ ἐπὶ τούτῳ γέρας τὴν ἐμὴν ἀδελφὴν πρὸς γάμον, ὡς ἂν ἀλγεινὸς αὐτοῦ γένοιθ᾽ ἡμῖν θάνατος οὐ διὰ τὴν ἀρετὴν μόνον, ἀλλὰ καὶ διὰ τὴν συγγένειαν: συναδικεῖται γὰρ αὐτοῦ τῷ θανάτῳ καὶ σὴ θυγάτηρ χηρείαν πρὶν τῆς συμβιώσεως εἰς ὄνησιν ἐλθεῖν μέλλουσα πειράζειν. [211] ταῦτα λογισάμενος μεταβαλοῦ πρὸς τὸ ἡμερώτερον καὶ μηδὲν ποιήσῃς κακὸν ἄνδρα πρῶτον μὲν εὐεργεσίαν εὐεργετήσαντα μεγάλην τὴν σὴν σωτηρίαν, ὅτε σοι τοῦ πονηροῦ πνεύματος καὶ τῶν δαιμονίων ἐγκαθεζομένων τὰ μὲν ἐξέβαλεν, εἰρήνην δὲ ἀπ᾽ αὐτῶν τῇ ψυχῇ σου παρέσχεν, δεύτερον δὲ τὴν ἀπὸ τῶν πολεμίων ἐκδικίαν: αἰσχρὸν γὰρ τούτων ἐπιλελῆσθαι.’ [212] τούτοις παρηγορεῖται τοῖς λόγοις Σαοῦλος καὶ μηδὲν ἀδικήσειν τὸν Δαυίδην ὄμνυσι τῷ παιδί: κρείττων γὰρ ὀργῆς καὶ φόβου δίκαιος λόγος. Ἰωνάθης δὲ μεταπεμψάμενος τὸν Δαυίδην σημαίνει τε αὐτῷ χρηστὰ καὶ σωτήρια τὰ παρὰ τοῦ πατρὸς ἄγει τε πρὸς αὐτόν, καὶ παρέμεινε τῷ βασιλεῖ Δαυίδης ὥσπερ ἔμπροσθεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: