previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[332]

Ταῦτα τῇ ἑκυρᾷ δηλωσάσης εὐθυμία κατεῖχεν αὐτὰς ἐν ἐλπίδι τοῦ πρόνοιαν ἕξειν αὐτῶν Βόαζον γενομένας. κἀκεῖνος ἤδη μεσούσης τῆς ἡμέρας κατελθὼν εἰς τὴν πόλιν τήν τε γερουσίαν συνῆγε καὶ μεταπεμψάμενος Ῥούθην ἐκάλει καὶ τὸν συγγενῆ, καὶ παραγενομένου φησίν: [333]Ἀβιμελέχου καὶ τῶν υἱῶν αὐτοῦ κλήρων κρατεῖς;’ ὁμολογήσαντος δὲ συγχωρούντων τῶν νόμων κατὰ ἀγχιστείαν, ‘οὐκοῦν, φησὶν Βόαζος, οὐκ ἐξ ἡμισείας δεῖ μεμνῆσθαι τῶν νόμων. ἀλλὰ πάντα ποιεῖν κατ᾽ αὐτούς. Μαάλου γὰρ δεῦρ᾽ ἥκει γύναιον, ὅπερ εἰ θέλεις τῶν ἀγρῶν κρατεῖν γαμεῖν σε δεῖ κατὰ τοὺς νόμους.’ [334] δὲ Βοάζῳ καὶ τοῦ κλήρου καὶ τῆς γυναικὸς παρεχώρει συγγενεῖ μὲν ὄντι καὶ αὐτῷ τῶν τετελευτηκότων, εἶναι δὲ καὶ γυναῖκα λέγων αὐτῷ καὶ παῖδας ἤδη. [335] μαρτυράμενος οὖν Βόαζος τὴν γερουσίαν ἐκέλευε τῇ γυναικὶ ὑπολῦσαι αὐτὸν προσελθοῦσαν κατὰ τὸν νόμον καὶ πτύειν εἰς τὸ πρόσωπον. γενομένου δὲ τούτου Βόαζος γαμεῖ τὴν Ῥούθην καὶ γίνεται παιδίον αὐτοῖς μετ᾽ ἐνιαυτὸν ἄρρεν. [336] τοῦτο Ναάμις τιτθευομένη κατὰ συμβουλίαν τῶν γυναικῶν Ὠβήδην ἐκάλεσεν ἐπὶ γηροκομίᾳ τῇ αὐτῆς τραφησόμενον: ὠβήδης γὰρ κατὰ διάλεκτον τὴν Ἑβραίων ἀποσημαίνει δουλεύων. Ὠβήδου δὲ γίνεται παῖς Ἰεσσαῖος, τούτου Δαβίδης βασιλεύσας καὶ παισὶ τοῖς αὐτοῦ καταλιπὼν τὴν ἡγεμονίαν ἐπὶ μίαν καὶ εἴκοσι γενεὰς ἀνδρῶν. [337] τὰ μὲν οὖν κατὰ Ῥούθην ἀναγκαίως διηγησάμην ἐπιδεῖξαι βουλόμενος τὴν τοῦ θεοῦ δύναμιν, ὅτι τούτῳ παράγειν ἐφικτόν ἐστιν εἰς ἀξίωμα λαμπρὸν καὶ τοὺς ἐπιτυχόντας, εἰς οἷον ἀνήγαγε καὶ Δαβίδην ἐκ τοιούτων γενόμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: