previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[257]

Ἀμμανιτῶν δ᾽ ἐστρατευκότων ἐπὶ τὴν Γαλαδηνὴν ὑπήντων οἱ ἐπιχώριοι πρὸς τὸ ὄρος δεόμενοι τοῦ στρατηγήσοντος. ἦν δέ τις Ἰαφθᾶς ἀνὴρ διὰ τὴν πατρῴαν ἀρετὴν δυνατὸς καὶ δι᾽ οἰκείαν αὐτοῦ στρατιὰν ἣν ἔτρεφεν αὐτὸς μισθοφόρων. [258] πρὸς τοῦτον οὖν πέμψαντες ἠξίουν αὐτὸν συμμαχεῖν ἐπαγγελλόμενοι παρασχεῖν εἰς ἅπαντ᾽ αὐτῷ τὸν χρόνον τὴν ἰδίαν ἡγεμονίαν. δ᾽ οὐ προσίεται τὴν παράκλησιν αὐτῶν ἐγκαλῶν, ὅτι μὴ βοηθήσειαν αὐτῷ ὑπὸ τῶν ἀδελφῶν ἀδικουμένῳ περιφανῶς: [259] οὐ γὰρ ὄντα ὁμομήτριον αὐτοῖς ἀλλὰ ξένον περὶ τὴν μητέρα δι᾽ ἐρωτικὴν ἐπιθυμίαν ἐπαχθεῖσαν αὐτοῖς ὑπὸ τοῦ πατρὸς ἐξέβαλον καταφρονήσαντες τῆς αὐτοῦ ἀσθενείας. [260] καὶ μὲν διέτριβεν ἐν τῇ Γαλαδίτιδι καλουμένῃ χώρᾳ πάντας τοὺς ὁποθενοῦν παραγινομένους πρὸς αὐτὸν ἐπὶ μισθῷ δεχόμενος. ἐκλιπαρησάντων δ᾽ αὐτῶν καὶ ὀμοσάντων εἰς ἀεὶ παρέξειν αὐτῷ τὴν ἡγεμονίαν ἐστράτευε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), LEHI
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: