previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[218]

Γεδεῶνος δ᾽ ἐν φόβῳ καθεστῶτος, καὶ γὰρ νυκτὸς ἐπιχειρεῖν αὐτῷ θεὸς προειρήκει, τοῦ δέους αὐτὸν ἀπαγαγεῖν βουλόμενος κελεύει προσλαβόντα ἕνα τῶν στρατιωτῶν πλησίον χωρεῖν ταῖς Μαδιηνιτῶν σκηναῖς: παρ᾽ αὐτῶν γὰρ ἐκείνων λήψεσθαι φρόνημα καὶ θάρσος. [219] πεισθεὶς δὲ ᾔει Φρουρὰν τὸν ἑαυτοῦ θεράποντα παραλαβών, καὶ πλησιάσας σκηνῇ τινι καταλαμβάνει τοὺς ἐν αὐτῇ ἐγρηγορότας καὶ τὸν ἕτερον ὄναρ διηγούμενον τῷ συσκηνοῦντι, ὥστε ἀκούειν τὸν Γεδεῶνα. τὸ δὲ τοιοῦτον ἦν: μᾶζαν ἐδόκει κριθίνην ὑπ᾽ εὐτελείας ἀνθρώποις ἄβρωτον διὰ τοῦ στρατοπέδου κυλιομένην τὴν τοῦ βασιλέως σκηνὴν καταβαλεῖν καὶ τὰς τῶν στρατιωτῶν πάντων. [220] δὲ σημαίνειν ὄλεθρον τοῦ στρατοῦ τὴν ὄψιν ἔκρινε λέγων, ὅθεν τοῦτ᾽ αὐτῷ συνιδεῖν ἐπῆλθε, πᾶν τὸ σπέρμα τὸ καλούμενον κρίθινον εὐτελέστατον ὁμολογεῖσθαι τυγχάνειν, τοῦ δ᾽ Ἀσιανοῦ παντὸς τὸ Ἰσραηλιτῶν ἔστιν ἰδεῖν ἀτιμότερον νῦν γεγενημένον ὅμοιον δὲ τῷ κατὰ κριθὴν γένει. [221] καὶ τὸ παρὰ τοῖς Ἰσραηλίταις νῦν μεγαλοφρονοῦν τοῦτ᾽ ἂν εἴη Γεδεὼν καὶ τὸ σὺν αὐτῷ στρατιωτικόν. ‘ἐπεὶ οὖν τὴν μᾶζαν φῂς ἰδεῖν τὰς σκηνὰς ἡμῶν ἀνατρέπουσαν, δέδια μὴ θεὸς Γεδεῶνι τὴν καθ᾽ ἡμῶν νίκην ἐπινένευκε.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: