previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[132]

Καὶ μετὰ ταῦτα πρὸς μὲν τοὺς πολεμίους μαλακῶς εἶχον οἱ Ἰσραηλῖται, τῆς δὲ γῆς καὶ τῶν ταύτης ἔργων ἐπεμελοῦντο. τῶν δὲ κατὰ τὸν πλοῦτον αὐτοῖς ἐπιδιδόντων ὑπὸ τρυφῆς καὶ ἡδονῆς τοῦ κόσμου ὠλιγώρουν καὶ τῆς πολιτείας τῶν νόμων οὐκέτ᾽ ἦσαν ἀκριβεῖς ἀκροαταί. [133] παροξυνθὲν δ᾽ ἐπὶ τούτοις τὸ θεῖον ἀναιρεῖ, πρῶτον μὲν ὡς φείσαιντο παρὰ τὴν αὐτοῦ γνώμην τῶν Χαναναίων, ἔπειθ᾽ ὡς ἐκεῖνοι χρήσοιντο πολλῇ κατ᾽ αὐτῶν ὠμότητι καιροῦ λαβόμενοι. [134] οἱ δὲ καὶ πρὸς τὰ παρὰ τοῦ θεοῦ δυσθύμως εἶχον καὶ πρὸς τὸ πολεμεῖν ἀηδῶς πολλά τε παρὰ τῶν Χαναναίων λαβόντες καὶ πρὸς τοὺς πόνους ἤδη διὰ τὴν τρυφὴν ἐκλελυμένοι. [135] καὶ συνέβαινεν ἤδη τὴν ἀριστοκρατίαν διεφθάρθαι, καὶ τὰς γερουσίας οὐκ ἀπεδείκνυσαν οὐδ᾽ ἀρχὴν ἄλλην οὐδεμίαν τῶν πρότερον νενομισμένων, ἦσαν δὲ ἐν τοῖς ἀγροῖς ἡδονῇ τοῦ κερδαίνειν προσδεδεμένοι. καὶ διὰ τὴν πολλὴν ἄδειαν στάσις αὐτοὺς πάλιν καταλαμβάνει δεινὴ καὶ προήχθησαν εἰς τὸ πολεμεῖν ἀλλήλοις ἐκ τοιαύτης αἰτίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: