previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[16]

Δεδιότος δὲ τοῦ στρατοῦ τὴν διάβασιν, μέγας γὰρ ἦν ποταμὸς τῷ ῥεύματι καὶ οὔτε γεφύραις πορευτός, οὐ γὰρ ἔζευκτο τὸ πρότερον, βουλομένους τε γεφυροῦν οὐχ ἕξειν σχολὴν παρὰ τῶν πολεμίων ὑπελάμβανον πορθμείων τε μὴ τυγχανόντων, διαβατὸν αὐτοῖς θεὸς ἐπαγγέλλεται ποιήσειν τὸν ποταμὸν μειώσας αὐτοῦ τὸ πλῆθος. [17] καὶ δύο ἐπισχὼν ἡμέρας Ἰησοῦς διεβίβαζε τὸν στρατὸν καὶ τὴν πληθὺν ἅπασαν τοιούτῳ τρόπῳ: προῄεσαν μὲν οἱ ἱερεῖς τὴν κιβωτὸν ἔχοντες, ἔπειτα οἱ Λευῖται τήν τε σκηνὴν καὶ τὰ πρὸς ὑπηρεσίαν ταῖς θυσίαις σκεύη κομίζοντες, εἵποντο δὲ τοῖς Λευίταις κατὰ φυλὰς πᾶς ὅμιλος μέσους ἔχων παῖδας καὶ γυναῖκας, δεδιὼς περὶ αὐτῶν μὴ βιασθεῖεν ὑπὸ τοῦ ῥεύματος. [18] ὡς δὲ τοῖς ἱερεῦσι πρώτοις ἐμβᾶσι πορευτὸς ἔδοξεν ποταμός, τοῦ μὲν βάθους ἐπεσχημένου, τοῦ δὲ κάχληκος τῷ μὴ πολὺν εἶναι μηδ᾽ ὀξὺν τὸν ῥοῦν ὥσθ᾽ ὑποφέρειν αὐτὸν τῇ βίᾳ ἀντ᾽ ἐδάφους κειμένου, πάντες ἤδη θαρσαλέως ἐπεραιοῦντο τὸν ποταμόν, οἷον αὐτὸν θεὸς προεῖπε ποιήσειν τοιοῦτον κατανοοῦντες. [19] ἔστησαν δὲ ἐν μέσῳ οἱ ἱερεῖς ἕως οὗ διαβαίη τὸ πλῆθος καὶ τἀσφαλοῦς ἁψάμενον τύχοι. πάντων δὲ διαβάντων ἐξῄεσαν οἱ ἱερεῖς ἐλεύθερον ἀφέντες ἤδη τὸ ῥεῦμα χωρεῖν κατὰ τὴν συνήθειαν. καὶ μὲν ποταμὸς εὐθὺς ἐκβάντων αὐτὸν τῶν Ἑβραίων ηὔξετο καὶ τὸ ἴδιον ἀπελάμβανε μέγεθος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: