previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[114]

Ταῦτα εἰπόντας ἐπαινέσας Φινεέσης παρῆν πρὸς Ἰησοῦν καὶ τὰ παρ᾽ αὐτῶν ἀνήγγειλε τῷ λαῷ. δὲ χαίρων, ὅτι μηδεμία στρατολογεῖν αὐτοὺς ἀνάγκη μέλλει μηδ᾽ εἰς ὅπλα καὶ πόλεμον ἐξαγαγεῖν κατὰ ἀνδρῶν συγγενῶν, χαριστηρίους ὑπὲρ τούτων τῷ θεῷ θυσίας ἐπιτελεῖ. καὶ διαλύσας μετὰ ταῦτα τὸ πλῆθος εἰς τὰς ἰδίας κληρουχίας Ἰησοῦς αὐτὸς ἐν Σικίμοις διῆγεν. [115] ἔτει δ᾽ ὕστερον εἰκοστῷ ὑπέργηρως ὢν μεταπεμψάμενος τοὺς ἐπ᾽ ἀξιώματος μάλιστα τῶν πόλεων καὶ τὰς ἀρχὰς καὶ τὴν γερουσίαν καὶ τοῦ πλήθους ὅσον ἦν ἐφικτὸν αὐτῷ συναγαγών, ἐπεὶ παρῆσαν, τάς τε εὐεργεσίας τοῦ θεοῦ ἁπάσας ἀνεμίμνησκεν αὐτούς, πολλαὶ δὲ ἦσαν τοῖς ἐκ ταπεινοῦ σχήματος εἰς τοῦτο δόξης καὶ περιουσίας προελθοῦσι, [116] φυλάττειν τε τὴν τοῦ θεοῦ προαίρεσιν οὕτως ἔχουσαν πρὸς αὐτοὺς παρεκάλει καὶ τῇ εὐσεβείᾳ, γε μόνῃ φίλον αὐτοῖς διαμένειν τὸ θεῖον: αὐτῷ γὰρ καλῶς ἔχειν ἀπιέναι μέλλοντι τοῦ ζῆν παραίνεσιν αὐτοῖς τοιαύτην καταλιπεῖν κἀκείνους ἠξίου διὰ μνήμης ποιήσασθαι τὴν παρακέλευσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: