previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[71]

Ἰησοῦς δ᾽ ἤδη γηραιὸς ὢν καὶ τὰς τῶν Χαναναίων πόλεις ὁρῶν οὐκ εὐαλώτους ὑπό τε τῶν χωρίων ἐν οἷς ἦσαν ὀχυρότητος καὶ τῆς τῶν τειχῶν ἰσχύος, τῇ φυσικῇ τῶν πόλεων πλεονεξίᾳ προσεπιβαλλόμενοι προσεδόκων τοὺς πολεμίους ἀφέξεσθαι πολιορκίας δι᾽ ἀπόγνωσιν τοῦ λαβεῖν, [72] καὶ γὰρ ἐπ᾽ ὀλέθρῳ τῷ ἑαυτῶν οἱ Χαναναῖοι μαθόντες τοὺς Ἰσραηλίτας ποιησαμένους τὴν ἔξοδον τὴν ἀπ᾽ Αἰγύπτου πρὸς τῷ τὰς πόλεις καρτερὰς ποιεῖν ἐκεῖνον ἅπαντ᾽ ἦσαν τὸν χρόνον, συναγαγὼν τὸν λαὸν εἰς τὴν Σιλοῦν ἐκκλησίαν παρήγγειλε. [73] καὶ σπουδῇ συνδραμόντων τά τε ἤδη κατωρθωμένα καὶ τὰς γεγενημένας πράξεις, ὡς εἰσὶν ἄρισται καὶ τοῦ θείου τοῦ παρασχόντος αὐτὰς ἄξιαι καὶ τῆς ἀρετῆς τῶν νόμων οἷς κατακολουθοῦσιν ἔλεγε, βασιλεῖς τε τριάκοντα καὶ ἕνα τολμήσαντας αὐτοῖς εἰς χεῖρας ἐλθεῖν κεκρατῆσθαι δηλῶνκαὶ στρατιὰν ὅση ποτὲ κατελπίσασα τῆς αὐτῶν δυνάμεως εἰς μάχην συνῆψεν ἅπασαν διαφθαρεῖσαν, ὡς μηδὲ γενεὰν αὐτοῖς ὑπολελεῖφθαι. [74] τῶν δὲ πόλεων ἐπειδήπερ αἱ μὲν ἑαλώκεσαν, πρὸς ἃς δὲ δεῖ χρόνου καὶ μεγάλης πολιορκίας διὰ τὴν τῶν τειχῶν ὀχυρότητα καὶ τὴν ἐπὶ ταύτῃ τῶν οἰκητόρων πεποίθησιν, ἠξίου τοὺς ἐκ τῆς περαίας τοῦ Ἰορδάνου συνεξορμήσαντας αὐτοῖς καὶ τῶν κινδύνων συναραμένους ὄντας συγγενεῖς ἀπολύειν ἤδη πρὸς τὰ οἰκεῖα χάριν αὐτοῖς ὧν συνέκαμον ὁμολογοῦντας, [75] ἕνα τε κατὰ φυλὴν ἀρετῇ προύχειν μαρτυρηθέντα πέμπειν, οἳ τὴν γῆν ἐκμετρησόμενοι πιστῶς καὶ μηδὲν κακουργήσοντες δηλώσουσιν ἡμῖν ἀδόλως αὐτῆς τὸ μέγεθος.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: