previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[267]

Οἱ δὲ λαβόντες εἴτε ἀργύρια εἴτε τινὰ τῶν καρπῶν ὑγρὸν ξηρόν, κατὰ νοῦν αὐτοῖς τῶν παρὰ τοῦ θεοῦ χωρησάντων κομίζοντες μεθ᾽ ἡδονῆς ἀποδιδότωσαν τοῖς δοῦσιν ὥσπερ ἀποθέμενοι εἰς τὰ αὑτῶν καὶ πάλιν εἰ δεηθεῖεν ἕξοντες. [268] ἂν δὲ ἀναισχυντῶσι περὶ τὴν ἀπόδοσιν, μὴ περὶ τὴν οἰκίαν βαδίσαντας ἐνεχυριάζειν πρὶν δίκη περὶ τούτου γένηται: τὸ δ᾽ ἐνέχυρον αἰτεῖν ἔξω καὶ τὸν ὀφείλοντα κομίζειν δι᾽ αὐτοῦ μηδὲν ἀντιλέγοντα τῷ μετὰ νόμου βοηθείας ἐπ᾽ αὐτὸν ἥκοντι. [269] κἂν μὲν εὔπορος ἐνεχυρασμένος, κατεχέτω τοῦτο μέχρι τῆς ἀποδόσεως δεδανεικώς, ἂν δὲ πένης, ἀποτιθέτω πρὶν ἡλίου δυσμῶν, καὶ μάλιστ᾽ ἂν ἱμάτιον τὸ ἐνέχυρον, ὅπως εἰς ὕπνον ἔχῃ τοῦτο, φύσει τοῦ θεοῦ τοῖς πενομένοις ἔλεον νέμοντος. [270] μύλην δὲ καὶ τὰ περὶ ταύτην σκεύη μὴ ἐξεῖναι λαμβάνειν ἐνέχυρον, ὅπως μὴ στερῶνται καὶ τῶν πρὸς τὰ σιτία ὀργάνων μηδ᾽ ὑπ᾽ ἐνδείας πάθωσί τι τῶν χειρόνων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: