previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[177]

Ἄνδρες συστρατιῶται καὶ τῆς μακρᾶς κοινωνοὶ ταλαιπωρίας, ἐπεὶ τῷ θεῷ δοκοῦν ἤδη καὶ τῷ γήρᾳ χρόνον ἐτῶν εἴκοσι καὶ ἑκατὸν ἠνυσμένον δεῖ με τοῦ ζῆν ἀπελθεῖν καὶ τῶν πέρα τοῦ Ἰορδάνου πραχθησομένων οὐ μέλλω βοηθὸς ὑμῖν ἔσεσθαι καὶ σύμμαχος κωλυόμενος ὑπὸ τοῦ θεοῦ, [178] δίκαιον ἡγησάμην μηδὲ νῦν ἐγκαταλιπεῖν τοὐμὸν ὑπὲρ τῆς ὑμετέρας εὐδαιμονίας πρόθυμον, ἀλλ᾽ ἀίδιόν τε ὑμῖν πραγματεύσασθαι τὴν τῶν ἀγαθῶν ἀπόλαυσιν, καὶ μνήμην ἐμαυτῷ γενομένων ὑμῶν ἐν ἀφθονίᾳ τῶν κρειττόνων. [179] φέρε οὖν ὑποθέμενος ὃν τρόπον ὑμεῖς τ᾽ ἂν εὐδαιμονήσαιτε καὶ παισὶ τοῖς αὑτῶν καταλίποιτε κτῆσιν ἀγαθῶν ἀίδιον παραθέμενος οὕτως ἀπέλθω τοῦ βίου. πιστεύεσθαι δὲ ἄξιός εἰμι διά τε τὰς πρότερον ὑπὲρ ὑμῶν φιλοτιμίας καὶ διὰ τὸ τὰς ψυχὰς ἐπὶ τελευτῇ γιγνομένας μετ᾽ ἀρετῆς πάσης ὁμιλεῖν. [180] παῖδες Ἰσραήλου, μία πᾶσιν ἀνθρώποις ἀγαθῶν κτήσεως αἰτία θεὸς εὐμενής: μόνος γὰρ οὗτος δοῦναί τε ταῦτα τοῖς ἀξίοις καὶ ἀφελέσθαι τῶν ἁμαρτανόντων εἰς αὐτὸν ἱκανός, παρέχοντες ἑαυτοὺς οἵους αὐτός τε βούλεται κἀγὼ τὴν διάνοιαν αὐτοῦ σαφῶς ἐξεπιστάμενος παραινῶ, οὐκ ἂν ὄντες μακαριστοὶ καὶ ζηλωτοὶ πᾶσιν ἀτυχήσαιτέ ποτ᾽ παύσαισθε, ἀλλ᾽ ὧν τε νῦν ὑμῖν ἐστιν ἀγαθῶν κτῆσις βεβαία μενεῖ τῶν τε ἀπόντων ταχεῖαν ἕξετε τὴν παρουσίαν. [181] μόνον οἷς θεὸς ὑμᾶς ἕπεσθαι βούλεται, τούτοις πειθαρχεῖτε, καὶ μήτε νομίμων τῶν παρόντων ἄλλην προτιμήσητε διάταξιν μήτ᾽ εὐσεβείας ἧς νῦν περὶ τὸν θεὸν ἔχοντες καταφρονήσαντες εἰς ἄλλον μεταστήσησθε τρόπον. ταῦτα δὲ πράττοντες ἀλκιμώτατοι μάχας διενεγκεῖν ἁπάντων ἔσεσθε καὶ μηδενὶ τῶν ἐχθρῶν εὐάλωτοι. [182] θεοῦ γὰρ παρόντος ὑμῖν βοηθοῦ πάντων περιφρονεῖν εὔλογον. τῆς δ᾽ ἀρετῆς ἔπαθλα ὑμῖν μεγάλα κεῖται πρὸς ἅπαντα τὸν βίον κτησαμένοις: αὐτή γε τὸ πρῶτον ἀγαθῶν τὸ πρέσβιστόν ἐστιν, ἔπειτα καὶ τὴν τῶν ἄλλων χαρίζεται περιουσίαν, [183] ὡς καὶ πρὸς ἀλλήλους ὑμῖν χρωμένοις αὐτῇ μακαριστὸν ποιῆσαι τὸν βίον καὶ τῶν ἀλλοφύλων πλέον δοξαζομένους ἀδήριτον καὶ παρὰ τοῖς αὖθις τὴν εὔκλειαν ὑμῖν ὑπάρξαι. τούτων δ᾽ ἂν ἐφικέσθαι δυνηθείητε, εἰ τῶν νόμων οὓς ὑπαγορεύσαντός μοι τοῦ θεοῦ συνεταξάμην κατήκοοι καὶ φύλακες γένοισθε καὶ μελετῴητε τὴν σύνεσιν αὐτῶν. [184] ἄπειμι δ᾽ αὐτὸς χαίρων ἐπὶ τοῖς ὑμετέροις ἀγαθοῖς παρατιθέμενος ὑμᾶς νόμων τε σωφροσύνῃ καὶ κόσμῳ τῆς πολιτείας καὶ ταῖς τῶν στρατηγῶν ἀρεταῖς, οἳ πρόνοιαν ἕξουσιν ὑμῶν τοῦ συμφέροντος. [185] θεός τε μέχρι νῦν ἡγεμονεύσας ἡμῖν, καθ᾽ οὗ βούλησιν κἀγὼ χρήσιμος ὑμῖν ἐγενόμην, οὐ μέχρι τοῦ δεῦρο στήσει τὴν αὑτοῦ πρόνοιαν, ἀλλ᾽ ἐφ᾽ ὃν αὐτοὶ βούλεσθε χρόνον τοῦτον ἔχειν προστάτην ἐν τοῖς τῆς ἀρετῆς ἐπιτηδεύμασι μένοντες, ἐπὶ τοσοῦτον αὐτοῦ χρήσεσθε τῇ προμηθείᾳ. [186] γνώμας τε ὑμῖν εἰσηγήσονται τὰς ἀρίστας, αἷς ἑπόμενοι τὴν εὐδαιμονίαν ἕξετε, ἀρχιερεὺς Ἐλεάζαρος καὶ Ἰησοῦς τε γερουσία καὶ τὰ τέλη τῶν φυλῶν, ὧν ἀκροᾶσθε μὴ χαλεπῶς, γινώσκοντες ὅτι πάντες οἱ ἄρχεσθαι καλῶς εἰδότες καὶ ἄρχειν εἴσονται παρελθόντες εἰς ἐξουσίαν αὐτοῦ, [187] τήν τ᾽ ἐλευθερίαν ἡγεῖσθε μὴ τὸ προσαγανακτεῖν οἷς ἂν ὑμᾶς οἱ ἡγεμόνες πράττειν ἀξιῶσι: νῦν μὲν γὰρ ἐν τῷ τοὺς εὐεργέτας ὑβρίζειν ἐν τούτῳ τὴν παρρησίαν τίθεσθε, δὴ τοῦ λοιποῦ φυλαττομένοις ὑμῖν ἄμεινον ἕξει τὰ πράγματα: [188] μηδὲ τὴν ἴσην ἐπὶ τούτοις ὀργήν ποτε λαμβάνετε, κατ᾽ ἐμοῦ πολλάκις ἐτολμήσατε χρῆσθαι: γινώσκετε γὰρ ὡς πλεονάκις ἐκινδύνευσα ὑφ᾽ ὑμῶν ἀποθανεῖν ὑπὸ τῶν πολεμίων. [189] ταῦτα δ᾽ οὐκ ὀνειδίζειν ὑμᾶς προεθέμην, οὐ γὰρ ἐπ᾽ ἐξόδου τοῦ ζῆν δυσχεραίνοντας καταλιπεῖν ἠξίουν εἰς τὴν ἀνάμνησιν φέρων μηδὲ παρ᾽ ὃν ἔπασχον αὐτὰ καιρὸν ἐν ὀργῇ γενόμενος, ἀλλ᾽ ὥστε τοῦ σωφρονήσειν ὑμᾶς εἰς τὸ μέλλον κατ᾽ αὐτό γε τοῦτ᾽ ἀσφαλὲς εἶναι, καὶ μηδὲν εἰς τοὺς προεστηκότας ἐξυβρίσαι διὰ πλοῦτον, ὃς ὑμῖν πολὺς διαβᾶσι τὸν Ἰορδάνην καὶ τὴν Χαναναίαν κτησαμέναις περιστήσεται. [190] ἐπεὶ προαχθέντες εἰς καταφρόνησιν ὑπ᾽ αὐτοῦ καὶ τῆς ἀρετῆς ὀλιγωρίαν ἀπολεῖτε καὶ τὴν εὔνοιαν τὴν παρὰ τοῦ θεοῦ, ποιήσαντες δὲ τοῦτον ἐχθρὸν τήν τε γῆν, ἣν κτήσεσθε, κρατηθέντες ὅπλοις ὑπὸ τῶν αὖθις ἀφαιρεθήσεσθε μετὰ μεγίστων ὀνειδῶν καὶ σκεδασθέντες διὰ τῆς οἰκουμένης πᾶσαν ἐμπλήσετε καὶ γῆν καὶ θάλασσαν τῆς αὑτῶν δουλείας. [191] ἔσται δ᾽ ὑμῖν τούτων πεῖραν λαμβάνουσιν ἀνωφελὴς μετάνοια καὶ τῶν οὐ φυλαχθέντων νόμων ἀνάμνησις. ὅθεν εἰ βούλοισθε τούτους ὑμῖν μένειν, τῶν πολεμίων μηδένα ὑπολείπησθε κρατήσαντες αὐτῶν, ἀλλ᾽ ἀπολλύναι πάντας κρίνατε συμφέρειν, ἵνα μή τινων παραγευσάμενοι τῆς ἐκείνων ἐπιτηδεύσεως διαφθείρητε τὴν πάτριον πολιτείαν. [192] ἔτι δὲ καὶ βωμοὺς καὶ ἄλση καὶ νεὼς ὁπόσους ἂν ἔχοιεν κατερείπειν παραινῶ καὶ δαπανᾶν πυρὶ τὸ γένος αὐτῶν καὶ τὴν μνήμην: βεβαία γὰρ ἂν οὕτως ὑμῖν μόνον ὑπάρξειεν τῶν οἰκείων ἀγαθῶν ἀσφάλεια. [193] ἵνα δὲ μὴ δι᾽ ἀμαθίαν τοῦ κρείττονος φύσις ὑμῶν πρὸς τὸ χεῖρον ἀπονεύσῃ, συνέθηκα ὑμῖν καὶ νόμους ὑπαγορεύσαντός μοι τοῦ θεοῦ καὶ πολιτείαν, ἧς τὸν κόσμον φυλάξαντες πάντων ἂν εὐδαιμονέστατοι κριθείητε.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: