previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[209]

Συνελθόντος δὲ τοῦ πλήθους εἰς τὴν ἱερὰν πόλιν ἐπὶ ταῖς θυσίαις δι᾽ ἐτῶν ἑπτὰ τῆς σκηνοπηγίας ἑορτῆς ἐνστάσης ἀρχιερεὺς ἐπὶ βήματος ὑψηλοῦ σταθείς, ἀφ᾽ οὗ γένοιτο ἐξάκουστος, ἀναγινωσκέτω τοὺς νόμους ἅπασι, καὶ μήτε γυνὴ μήτε παῖδες εἰργέσθωσαν τοῦ ἀκούειν, ἀλλὰ μηδὲ οἱ δοῦλοι: [210] καλὸν γὰρ ταῖς ψυχαῖς ἐγγραφέντας καὶ τῇ μνήμῃ φυλαχθῆναι μηδέποτε ἐξαλειφθῆναι δυναμένους. οὕτως γὰρ οὐδὲν ἁμαρτήσονται μὴ δυνάμενοι λέγειν ἄγνοιαν τῶν ἐν τοῖς νόμοις διωρισμένων, οἵ τε νόμοι πολλὴν πρὸς ἁμαρτάνοντας ἕξουσι παρρησίαν, ὡς προλεγόντων αὐτοῖς πείσονται καὶ ταῖς ψυχαῖς ἐγγραψάντων διὰ τῆς ἀκοῆς κελεύουσιν, [211] ὥστ᾽ εἶναι διὰ παντὸς ἔνδον αὐτοῖς τὴν προαίρεσιν αὐτῶν ἧς ὀλιγωρήσαντες ἠδίκησαν καὶ τῆς ζημίας αὑτοῖς αἴτιοι γεγόνασι. μανθανέτωσαν δὲ καὶ οἱ παῖδες πρῶτον τοὺς νόμους μάθημα κάλλιστον καὶ τῆς εὐδαιμονίας αἴτιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: