previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[134]

Ἡμῖν, κράτιστοι νέων, οἶκοί τέ εἰσι πατρῷοι καὶ κτῆσις ἀγαθῶν ἄφθονος καὶ παρὰ τῶν γονέων καὶ τῶν οἰκείων εὔνοια καὶ στοργή, καὶ κατ᾽ οὐδενὸς τούτων πόρον ἐνθάδ᾽ ἥκουσαι ἡμεῖς εἰς ὁμιλίαν ἥκομεν, οὐδ᾽ ἐμπορευσόμεναι τὴν ὥραν τοῦ σώματος προσηκάμεθα τὴν ὑμετέραν ἀξίωσιν, ἀλλ᾽ ἄνδρας ἀγαθοὺς καὶ δικαίους ὑπολαβοῦσαι τοιούτοις ὑμᾶς τιμῆσαι ξενίοις δεομένους ἐπείσθημεν. [135] καὶ νῦν, ἐπεί φατε πρὸς ἡμᾶς φιλοστόργως ἔχειν καὶ λυπεῖσθε μελλουσῶν ἀναχωρεῖν, οὐδ᾽ αὐταὶ τὴν δέησιν ὑμῶν ἀποστρεφόμεθα, πίστιν δ᾽ εὐνοίας λαβοῦσαι τὴν μόνην ἡμῖν ἀξιόλογον νομισθεῖσαν ἀγαπήσομεν τὸν μεθ᾽ ὑμῶν βίον ὡς γαμεταὶ διανύσαι. [136] δέος γάρ, μὴ καὶ κόρον τῆς ἡμετέρας ὁμιλίας λαβόντες ἔπειθ᾽ ὑβρίσητε καὶ ἀτίμους ἀποπέμψητε πρὸς τοὺς γονεῖς.’ συγγινώσκειν τε ταῦτα φυλαττομέναις ἠξίουν. τῶν δὲ ἣν βούλονται πίστιν δώσειν ὁμολογούντων καὶ πρὸς τὸ μηδὲν ἀντιλεγόντων ὑπὸ τοῦ πρὸς αὐτὰς πάθουςἐπεὶ ταῦτα ὑμῖν, [137] ἔφασαν, δέδοκται, τοῖς δ᾽ ἔθεσι καὶ τῷ βίῳ πρὸς ἅπαντας ἀλλοτριώτατα χρῆσθε, ὡς καὶ τὰς τροφὰς ὑμῖν ἰδιοτρόπους εἶναι καὶ τὰ ποτὰ μὴ κοινὰ τοῖς ἄλλοις, ἀνάγκη βουλομένους ἡμῖν συνοικεῖν καὶ θεοὺς τοὺς ἡμετέρους σέβειν, καὶ οὐκ ἂν ἄλλο γένοιτο τεκμήριον ἧς ἔχειν τε νῦν φατε πρὸς ἡμᾶς εὐνοίας καὶ τῆς ἐσομένης τὸ τοὺς αὐτοὺς ἡμῖν θεοὺς προσκυνεῖν. [138] μέμψαιτο δ᾽ ἂν οὐδείς, εἰ γῆς εἰς ἣν ἀφῖχθε τοὺς ἰδίους αὐτῆς θεοὺς προστρέποισθε καὶ ταῦτα τῶν μὲν ἡμετέρων κοινῶν ὄντων πρὸς ἅπαντας, τοῦ δ᾽ ὑμετέρου πρὸς μηδένα τοιούτου τυγχάνοντος. δεῖν οὖν αὐτοῖς ἔλεγον ταὐτὰ πᾶσιν ἡγητέον ζητεῖν ἄλλην οἰκουμένην, ἐν βιώσονται μόνοι κατὰ τοὺς ἰδίους νόμους.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: