previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[107]

Μαδιηνῖται δὲ Βαλάκου σφόδρα ἐγκειμένου καὶ δέησιν λιπαρὰν προσφέροντος πάλιν πέμπουσι πρὸς τὸν Βάλαμον. κἀκεῖνος βουλόμενος χαρίζεσθαί τι τοῖς ἀνδράσιν ἀνήρετο τὸν θεόν, δὲ καὶ τῆς πείρας δυσχεράνας κελεύει μηδὲν ἀντιλέγειν τοῖς πρέσβεσιν. δ᾽ οὐχ ὑπολαβὼν ἀπάτῃ ταῦτα τὸν θεὸν κεκελευκέναι συναπῄει τοῖς πρέσβεσι. [108] κατὰ δὲ τὴν ὁδὸν ἀγγέλου θείου προσβαλόντος αὐτῷ κατά τι στενὸν χωρίον περιειλημμένον αἱμασιαῖς διπλαῖς ὄνος, ἐφ᾽ ἧς Βάλαμος ὠχεῖτο, συνεῖσα τοῦ θείου πνεύματος ὑπαντῶντος ἀπέκλινε τὸν Βάλαμον πρὸς τὸν ἕτερον τῶν τριγχῶν ἀναισθήτως ἔχουσα τῶν πληγῶν, ἃς Βάλαμος ἐπέφερεν αὐτῇ κακοπαθῶν τῇ θλίψει τῇ πρὸς τὸν τριγχόν. [109] ὡς δ᾽ ἐγκειμένου τοῦ ἀγγέλου ὄνος τυπτομένη ὤκλασε, κατὰ βούλησιν θεοῦ φωνὴν ἀνθρωπίνην ἀφεῖσα κατεμέμφετο τὸν Βάλαμον ὡς ἄδικον ἐπὶ ταῖς πρότερον διακονίαις μηδὲν ἔχοντα ἐγκαλεῖν αὐτῇ πληγὰς ἐπιφέρειν μὴ συνιείς, ὅτι νῦν κατὰ θεοῦ προαίρεσιν οἷς αὐτὸς ἔσπευσεν ὑπηρετεῖν εἴργεται. [110] ταραττομένου δὲ αὐτοῦ διὰ τὴν τῆς ὄνου φωνὴν ἀνθρωπίνην οὖσαν ἐπιφανεὶς καὶ ἄγγελος ἐναργὴς ἐνεκάλει τῶν πληγῶν, ὡς οὐχὶ τοῦ κτήνους ὄντος αἰτίου, τὴν δὲ ὁδὸν αὐτοῦ διακωλύοντος παρὰ γνώμην τοῦ θεοῦ γενομένην. [111] καταδείσας δ᾽ Βάλαμος οἷός τε ἦν ἀναστρέφειν, ἀλλ᾽ θεὸς αὐτὸν χωρεῖν τὴν προκειμένην παρώρμησε προστάξας ὅτιπερ ἂν αὐτὸς κατὰ νοῦν αὐτῷ ποιήσειε τοῦτο σημαίνειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: