previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[85]

Πένθος δὲ ἐπ᾽ αὐτῷ τοῦ λαοῦ τριακονθήμερον ἄγοντος, ἐπεὶ τοῦτ᾽ ἐλώφησεν, ἀναλαβὼν ἐκεῖθεν Μωυσῆς τὸν στρατὸν παρῆν ἐπὶ τὸν ποταμὸν Ἀρνῶν᾽, ὃς ἐκ τῶν τῆς Ἀραβίας ὀρῶν ὡρμημένος καὶ διὰ πάσης ἐρήμου ῥέων εἰς τὴν Ἀσφαλτῖτιν λίμνην ἐκδίδωσιν ὁρίζων τήν τε Μωαβῖτιν καὶ Ἀμωρῖτιν. γῆ δ᾽ αὕτη καρποφόρος καὶ πλῆθος ἀνθρώπων τοῖς παρ᾽ αὐτῆς ἀγαθοῖς ἱκανὴ τρέφειν. [86] πρὸς οὖν Σιχῶνα τὸν βασιλεύοντα τῆς χώρας ταύτης ἀπέστειλε Μωυσῆς τῷ στρατῷ δίοδον αἰτῶν ἐφ᾽ αἷς ἂν θελήσειε πίστεσιν, ὥστε μηδὲν ἀδικηθῆναι μήτε τὴν γῆν μήτε τοὺς ἐνοικοῦντας, ὧν Σιχὼν ἐκράτει, τοῖς τε κατὰ τὴν ἀγορὰν χρῆσθαι πρὸς τὸ ἐκείνων λυσιτελές, εἰ καὶ τὸ ὕδωρ αὐτοῖς πιπράσκειν ἐθέλοιεν. Σιχὼν δ᾽ ἀρνούμενος ὁπλίζει τὸν οἰκεῖον στρατὸν καὶ τοὺς Ἑβραίους διαβαίνειν τὸν Ἀρνῶνα κωλύειν ἑτοιμότατος ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), ARNON
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: