previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[82]

Μετὰ δὲ τὴν ἐπὶ τῷ πένθει τῆς ἀδελφῆς τοῦ στρατηγοῦ κάθαρσιν τοιαύτην γενομένην ἀπῆγε τὴν δύναμιν διὰ τῆς ἐρήμου καὶ τῆς Ἀραβίας ἐλθὼν εἰς χωρίον, μητρόπολιν αὑτῶν Ἄραβες νενομίκασι, πρότερον μὲν Ἄρκην λεγομένην Πέτραν δὲ νῦν ὀνομαζομένην. [83] ἐνταῦθα ὑψηλοῦ περιέχοντος ὄρους αὐτὸ ἀναβὰς Ἀαρὼν ἐπ᾽ αὐτὸ Μωυσέος αὐτῷ δεδηλωκότος, ὅτι μέλλοι τελευτᾶν, παντὸς τοῦ στρατεύματος ὁρῶντος, κάταντες γὰρ ἦν τὸ χωρίον, ἀποδύεται τὴν ἀρχιερατικὴν στολὴν καὶ παραδοὺς αὐτὴν Ἐλεαζάρῳ τῷ παιδί, πρὸς ὃν διὰ τὴν ἡλικίαν ἀρχιερωσύνη παραγίνεται, θνήσκει τοῦ πλήθους εἰς αὐτὸν ἀφορῶντος, [84] τῷ μὲν αὐτῷ τελευτήσας ἔτει, καὶ τὴν ἀδελφὴν ἀπέβαλε, βιοὺς δὲ ἔτη τὰ πάντα τρία πρὸς τοῖς εἴκοσι καὶ ἑκατόν. ἀποθνήσκει δὲ κατὰ σελήνην νουμηνίᾳ μηνὸς ὄντος τοῦ παρὰ μὲν Ἀθηναίοις Ἑκατομβαιῶνος καλουμένου Λώου δὲ παρὰ Μακεδόσι Σαβὰ δὲ παρὰ Ἑβραίοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: