previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[78]

Τότε δὴ καὶ τὴν ἀδελφὴν αὐτοῦ Μαριάμην τελευτὴ τοῦ βίου καταλαμβάνει τεσσαρακοστὸν ἔτος πεπληρωκυῖαν ἀφ᾽ οὗ τὴν Αἴγυπτον κατέλιπε μηνὸς δὲ Ξανθικοῦ νουμηνίᾳ κατὰ σελήνην. θάπτουσι δ᾽ αὐτὴν δημοσίᾳ πολυτελῶς ὑπέρ τινος ὄρους, καλοῦσι Σίν, καὶ πενθήσαντα ἐπὶ τριάκοντα ἡμέρας τὸν λαὸν ἐκάθηρε Μωυσῆς τούτῳ τῷ τρόπῳ: [79] μόσχον θήλειαν, ἀρότρου μὲν καὶ γεωργίας ἄπειρον ὁλόκληρον δέ, ξανθὴν πᾶσαν, μικρὸν ἄπωθεν τοῦ στρατοπέδου προαγαγὼν εἰς χωρίον καθαρώτατον ἀρχιερεὺς ἔθυέ τε καὶ τοῦ αἵματος ἑπτάκις ἔρρανε τῷ δακτύλῳ ἀντικρὺ τῆς σκηνῆς τοῦ θεοῦ. [80] ἔπειτα καιομένης ὡς εἶχεν ὅλης τῆς δαμάλιδος σὺν τῇ δορᾷ καὶ τοῖς ἐντὸς ξύλον κέδρινον εἰς μέσον ἐμβάλλουσι τὸ πῦρ καὶ ὕσσωπον καὶ φοινικτὸν ἔριον: συναγαγὼν δ᾽ αὐτῆς ἅπασαν τὴν τέφραν ἁγνὸς ἀνὴρ κατατίθησιν εἰς χωρίον καθαρώτατον. [81] τοὺς οὖν ἀπὸ νεκροῦ μεμιασμένους τῆς τέφρας ὀλίγον εἰς πηγὴν ἐνιέντες καὶ ὕσσωπον βαπτίσαντές τε καὶ τῆς τέφρας ταύτης εἰς πηγὴν ἔρραινον τρίτῃ τε καὶ ἑβδόμῃ τῶν ἡμερῶν καὶ καθαροὶ τὸ λοιπὸν ἦσαν. τοῦτο δὲ καὶ κατελθοῦσιν εἰς τὰς κληρουχίας προσέταξε ποιεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: