previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[63]

Μωυσῆς δέ, καὶ γὰρ ἐκ πολλοῦ συνιστάμενον ἠκροᾶτο τὸν θόρυβον, δείσας μή τι νεωτερίσωσι πάλιν καὶ γένηταί τι μέγα καὶ χαλεπὸν συνήγαγε τὸ πλῆθος εἰς ἐκκλησίαν, καὶ περὶ μὲν ὧν ἠκροᾶτο εἰς ἀπολογίαν οὐ καθιστάμενος, ἵνα μὴ παροξύνῃ τὸ πλῆθος, αὐτὸ δὲ μόνον τοῖς φυλάρχοις προειπὼν κομίζειν τὰ τῶν φυλῶν ὀνόματα βακτηρίαις ἐπιγεγραμμένα: [64] λήψεσθαι γὰρ ἐκεῖνον τὴν ἱερωσύνην, οὗπερ ἂν θεὸς ἐπισημήνῃ τῇ βακτηρίᾳ. δόξαν οὖν κομίζουσιν οἵ τε ἄλλοι καὶ Ἀαρὼν ἐπιγράψας Λευῖτιν ἐν τῇ βακτηρίᾳ, καὶ ταύτας Μωυσῆς ἐν τῇ σκηνῇ τοῦ θεοῦ κατατίθησι. τῇ δὲ ἐπιούσῃ προεκόμισε τὰς βακτηρίας: γνώριμοι δ᾽ ἦσαν κατασημηναμένων αὐτὰς τῶν τε ἀνδρῶν οἵπερ ἐκόμιζον καὶ τοῦ πλήθους. [65] καὶ τὰς μὲν ἄλλας ἐφ᾽ οὗπερ αὐτὰς σχήματος Μωυσῆς παρέλαβεν ἐπὶ τούτου μεμενηκυίας ἔβλεπον, ἐκ δὲ τῆς Ἀαρῶνος βλαστούς τε καὶ κλάδους ἀναφύντας ἑώρων καὶ καρπὸν ὡραῖον, ἀμύγδαλα δ᾽ ἦν, ἐκ τοιούτου ξύλου τῆς βακτηρίας κατεσκευασμένης. [66] ἐκπλαγέντες δ᾽ ἐπὶ τῷ παραλόγῳ τῆς θέας, εἰ καί τισι διὰ μίσους ἦν Μωυσῆς καὶ Ἀαρών, ἀφέντες τοῦτο θαυμάζειν ἤρξαντο τὴν τοῦ θεοῦ περὶ αὐτῶν κρίσιν καὶ τὸ λοιπὸν ἐπευφημοῦντες τοῖς δεδογμένοις τῷ θεῷ συνεχώρουν Ἀαρῶνι καλῶς ἔχειν τὴν ἀρχιερωσύνην. καὶ μὲν τρὶς αὐτὸν τοῦ θεοῦ χειροτονήσαντος βεβαίως εἶχε τὴν τιμήν, δὲ τῶν Ἑβραίων στάσις πολὺν ἀκμάσασα χρόνον τοῦτον ἐπαύθη τὸν τρόπον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: