previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[224]

Νυνὶ δ᾽ ὀλίγων τινῶν ἐπιμνησθήσομαι τῶν ἐφ᾽ ἁγνείαις καὶ ἱερουργίαις κειμένων: καὶ γὰρ τὸν λόγον μοι περὶ τῶν θυσιῶν ἐνεστάναι συμβέβηκε. δύο μὲν γάρ εἰσιν ἱερουργίαι, τούτων δ᾽ μὲν ὑπὸ τῶν ἰδιωτῶν ἑτέρα δ᾽ ὑπὸ τοῦ δήμου συντελούμεναι κατὰ δύο γίνονται τρόπους: [225] τῆς μὲν ὁλοκαυτεῖται πᾶν τὸ θυόμενον καὶ διὰ τοῦτο καὶ τὴν προσηγορίαν τοιαύτην ἔλαβεν, δὲ χαριστήριός τέ ἐστι καὶ κατ᾽ εὐωχίαν δρᾶται τῶν τεθυκότων: ἐρῶ δὲ περὶ τῆς προτέρας. [226] ἀνὴρ ἰδιώτης ὁλοκαυτῶν θύει μὲν βοῦν καὶ ἀρνίον καὶ ἔριφον: ταῦτα μὲν ἐπέτεια, τοὺς δὲ βοῦς ἐφεῖται θύειν καὶ προήκοντας: ἄρρενα δὲ ὁλοκαυτεῖται τὰ πάντα. σφαγέντων δὲ τούτων τὸν κύκλον τῷ αἵματι δεύουσι τοῦ βωμοῦ οἱ ἱερεῖς, [227] εἶτα καθαρὰ ποιήσαντες διαμελίζουσι καὶ πάσαντες ἁλσὶν ἐπὶ τὸν βωμὸν ἀνατιθέασι σχιζῶν ἤδη πεπληρωμένον καὶ πυρὸς φλεγομένου. τοὺς δὲ πόδας τῶν ἱερείων καὶ τὰ κατὰ νηδὺν ἐκκαθάραντες ἀκριβῶς τοῖς ἄλλοις καθαγνισθησόμενα προσεπιφέρουσι, τὰς δορὰς τῶν ἱερέων λαμβανόντων. καὶ μὲν τῆς ὁλοκαυτώσεως τρόπος ἐστὶν οὗτος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: