previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[208]

Συνέβη δὲ καὶ Ἀαρῶνι συμφορά τις ἐκ τούτου λογιζομένῳ ὡς ἐπ᾽ ἀνθρώπῳ καὶ πατρί, γενναίως δ᾽ ὑπ᾽ αὐτοῦ καρτερηθεῖσα, ὅτι καὶ τὴν ψυχὴν πρὸς τὰ συμπίπτοντα στερρὸς ἦν καὶ κατὰ βούλησιν τοῦ θεοῦ ἡγεῖτο τὸ πάθος γεγονέναι: [209] τῶν γὰρ υἱῶν αὐτοῦ τεσσάρων ὄντων, ὡς προεῖπον, δύο οἱ πρεσβύτεροι Νάβαδος καὶ Ἀβιοῦς κομίσαντες ἐπὶ τὸν βωμὸν οὐχ ὧν προεῖπε Μωυσῆς θυμάτων, ἀλλ᾽ οἷς ἐχρῶντο πρότερον, κατεκαύθησαν τοῦ πυρὸς ἐπ᾽ αὐτοὺς τὴν ὁρμὴν βαλόντος καὶ τὰ στέρνα καὶ τὰ πρόσωπα φλέγειν αὐτῶν ἀρξαμένου καὶ σβέσαι μηδενὸς δυναμένου. [210] καὶ οἱ μὲν οὕτως ἀπέθανον: Μωυσῆς δὲ κελεύει τὸν πατέρα αὐτῶν καὶ τοὺς ἀδελφοὺς βαστάξαντας τὰ σώματα καὶ κομίσαντας τῆς παρεμβολῆς ἔξω θάψαι μεγαλοπρεπῶς. πενθεῖ δὲ αὐτοὺς τὸ πλῆθος χαλεπῶς ἐπὶ τῷ θανάτῳ παρὰ δόξαν οὕτω γεγενημένῳ διατεθέν. [211] μόνους δὲ Μωυσῆς τοὺς ἀδελφοὺς αὐτῶν καὶ τὸν πατέρα μὴ φροντίζειν τῆς ἐπ᾽ αὐτοῖς λύπης ἠξίωσε προκρίναντας τὴν εἰς τὸν θεὸν τιμὴν τοῦ περὶ αὐτοὺς σκυθρωποῦ: ἤδη γὰρ Ἀαρὼν καὶ τὴν στολὴν τὴν ἱερὰν ἠμφίεστο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: