previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[197]

Ἥγνιζε δὲ καὶ τὴν σκηνὴν καὶ τοὺς ἱερέας τρόπῳ τοιούτῳ ποιούμενος αὐτῶν τὴν κάθαρσιν. σμύρνης ἐπιλέκτου σίκλους πεντακοσίους καὶ ἴρεως ἴσους, κινναμώμου δὲ καὶ καλάμου, ἔστι δὲ καὶ τοῦτο εἶδος θυμιάματος, ἡμίσειαν τῶν πρότερον ὁλκὴν κεκομμένα δεύειν ἐκέλευσεν, ἐλαίου τε ἐλαΐνου εἴν, μέτρον δ᾽ ἐστὶ τοῦτο ἐπιχώριον δύο χόας Ἀττικοὺς δεχόμενον, ἀναμίξαντας καὶ καθεψήσαντας σκευάσαι τέχνῃ μυρεψῶν χρῖσμα εὐωδέστατον. [198] κἄπειτα τοῦτο λαβὼν αὐτούς τε τοὺς ἱερέας καὶ πᾶσαν τὴν σκηνὴν χρίων κεκάθαρκε, τά τε θυμιώμενα, πολλὰ δ᾽ ἐστὶ ταῦτα καὶ ποικίλα, κατὰ τὴν σκηνὴν ἐπὶ τοῦ χρυσοῦ θυμιατηρίου μεγάλης πάνυ τιμῆς ὄντα συνεφέρετο, ὧν παραλείπω τὴν φύσιν ἐκδιηγεῖσθαι, μὴ δι᾽ ὄχλου γένηται τοῖς ἐντυγχάνουσι. [199] δὶς δὲ τῆς ἡμέρας πρίν τε ἀνασχεῖν τὸν ἥλιον καὶ πρὸς δυσμαῖς θυμιᾶν ἐχρῆν ἔλαιόν τε ἁγνίσαντας φυλάσσειν εἰς τοὺς λύχνους, ὧν τοὺς μὲν τρεῖς ἐπὶ τῇ ἱερᾷ λυχνίᾳ φέγγειν ἔδει τῷ θεῷ κατὰ πᾶσαν ἡμέραν, τοὺς δὲ λοιποὺς περὶ τὴν ἑσπέραν ἅπτοντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: