previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[147]

Μεταξὺ δὲ αὐτῆς καὶ τῆς τραπέζης ἔνδον, ὡς προεῖπον, θυμιατήριον ξύλινον μέν, ἐξ οὗ καὶ τὰ πρότερα ἦν σκεύη μὴ σηπόμενα, στερεὰ δὲ περιελήλατ᾽ αὐτῷ λεπίς, πηχυαῖον μὲν κατὰ πλευρὰν ἑκάστην τὸ πλάτος ὕψος δὲ διπλάσιον. [148] ἐπῆν τε ἐσχάρα χρυσεία ὑπερανεστῶσα ἔχουσα κατὰ γωνίαν ἑκάστην στέφανον καὶ τοῦτον δ᾽ ἐκπεριοδεύοντα χρύσεον, καὶ κρίκοι καὶ σκυταλίδες προσῆσαν, αἷς κατὰ τὰς ὁδοὺς ὑπὸ τῶν ἱερέων ἐφέρετο. [149] ἵδρυτο δὲ καὶ πρὸ τῆς σκηνῆς βωμὸς χάλκεος ὑπόξυλος καὶ αὐτὸς ἑκάστην πλευρὰν πέντε πήχεσιν ἐκμεμετρημένος, τὸ δὲ ὕψος τρίπηχυς, ὁμοίως τῷ χρυσῷ κεκοσμημένος, χαλκείαις λεπίσιν ἐξησκημένος, δικτύῳ τὴν ἐσχάραν ἐμφερής: ἐξεδέχετο γὰρ γῆ τὸ ἀπὸ τῆς ἐσχάρας πῦρ καταφερόμενον τῆς βάσεως διὰ παντὸς οὐχ ὑποκειμένης. [150] ἀντικρὺ δ᾽ ἐτίθεντο τοῦ χρυσέου οἰνοχόαι τε καὶ φιάλαι σὺν θυΐσκαις καὶ κρατῆρσιν ἦσαν ὅσα τε ἄλλα πρὸς τὰς ἱερουργίας πεποίητο χρύσεα πάντα ὑπῆρχε. καὶ μὲν σκηνὴ τοιαύτη τε ἦν καὶ τὰ περὶ αὐτὴν σκεύη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: