previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[115]

Τὴν δὲ σκηνὴν ἵστησιν αὐτοῦ κατὰ μέσον τετραμμένην πρὸς τὰς ἀνατολάς, ἵνα πρῶτον ἥλιος ἐπ᾽ αὐτὴν ἀνιὼν ἀφίῃ τὰς ἀκτῖνας. καὶ τὸ μὲν μῆκος αὐτῆς ἐπὶ πήχεις ἐγήγερτο τριάκοντα τὸ δὲ εὖρος ἐπὶ δέκα διειστήκει, καὶ μὲν ἕτερος τῶν τοίχων νότιος ἦν, δὲ ἕτερος κατὰ βορέαν ἐτέτραπτο, κατόπιν δ᾽ αὐτῆς δύσις κατελείπετο. [116] ἀνίστασθαι δ᾽ αὐτὴν ἐχρῆν ἐφ᾽ ὅσον προβαίνοι τὸ εὖρος. κίονες δ᾽ ἦσαν ξύλου πεποιημένοι κατὰ πλευρὰν ἑκατέραν εἴκοσι τετράγωνοι μὲν τὸ σχῆμα εἰργασμένοι, εἰς δὲ πλάτος διεστῶτες πήχεώς τε καὶ ἡμίσους, τὸ δὲ βάθος δακτύλων τεσσάρων. [117] λεπίδες δ᾽ αὐτοῖς ἦσαν ἐπικεχαλκευμέναι πανταχόθεν χρυσαῖ διά τε τῶν ἔνδοθεν καὶ τῶν ἐκτὸς μερῶν. δύο δ᾽ αὐτῶν ἑκάστῳ προσῆσαν στρόφιγγες ἐλαυνόμενοι κατὰ δύο βάσεων: αὗται δ᾽ ἀργυραῖ μὲν ἦσαν, πυλὶς δ᾽ ἑκατέρᾳ τούτων προσῆν δεχομένη τὴν στρόφιγγα. [118] τοῦ δὲ κατὰ δύσιν τοίχου κίονες μὲν ἓξ ἦσαν, συνῄεσαν δ᾽ ἀλλήλοις ἀκριβῶς ἅπαντες, ὥστε μεμυκότων τῶν ἁρμῶν ὡς ἕνα δοκεῖν εἶναι τοῖχον αὐτῶν τὴν συνέλευσιν χρύσειον τά τε ἔνδοθεν καὶ τὰ ἐκτός: [119] ἀνηλόγει γὰρ τῶν κιόνων ἀριθμός: εἴκοσι γὰρ ἦσαν καὶ παρεῖχε πλάτος * τρίτον σπιθαμῆς ἕκαστος αὐτῶν, ὥστε συμπληροῦσθαι τοὺς τριάκοντα πήχεις ὑπ᾽ αὐτῶν: κατὰ δὲ τὸν ὄπισθεν τοῖχον, ἐννέα γὰρ πήχεις οἱ ἓξ κίονες παρέχονται συνελθόντες, δύ᾽ ἑτέρους ποιοῦνται κίονας ἐκ πήχεως τετμημένους, οὓς ἐγγωνίους ἔθεσαν ἐπ᾽ ἴσης τοῖς μείζοσιν ἠσκημένους. [120] ἕκαστος δὲ τῶν κιόνων κρίκον εἶχε χρύσεον κατὰ τὸ ἔξω μέτωπον προσφυὴς ὥσπερ ῥίζαις τισὶν ἐμπεπλεγμένος κατὰ στίχον πρὸς ἀλλήλους τετραμμένοι τὴν περιφέρειαν, καὶ δι᾽ αὐτῶν ἐπίχρυσοι σκυταλίδες ἐλαυνόμεναι πέντε πήχεων ἑκάστη τὸ μέγεθος σύνδεσμος ἦσαν τῶν κιόνων, ἐμβαινούσης κατὰ κεφαλὴν σκυταλίδος ἑκάστης τῇ ἑτέρᾳ τεχνητῷ στρόφιγγι κοχλίου τρόπον δεδημιουργημένῳ. [121] κατὰ δὲ τὸν ὄπισθεν τοῖχον μία φάλαγξ ἦν διὰ πάντων ἰοῦσα τῶν κιόνων, εἰς ἣν ἐνέβαινον πλάγιαι αἱ τελευταῖαι τῶν σκυταλίδων ἐξ ἑκατέρου τοίχου τῶν ἐπιμηκεστέρων καὶ κρατεῖσθαι συνέβαινεν αὐταῖς γιγλύμοις τῷ θήλει τοῦ ἄρρενος συνελθόντος. τοῦτο μέντοι πρὸς τὸ μήθ᾽ ὑπὸ ἀνέμων κραδαίνεσθαι μήτ᾽ ἄλλης αἰτίας τὴν σκηνὴν συνεῖχεν, ἀλλ᾽ ἀκίνητον αὐτὴν ἐν ἠρεμίᾳ πολλῇ διαφυλάξειν ἔμελλεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: