previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[99]

Ἤδη δὲ τεσσαράκοντα ἡμερῶν διεληλυθυιῶν καὶ τοσούτων νυκτῶν παρῆν οὐδενὸς σιτίου τῶν τοῖς ἀνθρώποις νενομισμένων γεγευμένος. χαρᾶς δ᾽ ἐνέπλησε τὴν στρατιὰν ἐπιφανείς, καὶ τὴν τοῦ θεοῦ πρόνοιαν ἣν εἶχε περὶ αὐτῶν ἀπεδήλου τόν τε τρόπον καθ᾽ ὃν εὐδαιμονήσουσι πολιτευόμενοι λέγων αὐτῷ κατὰ ταύτας ὑποθέσθαι τὰς ἡμέρας, [100] καὶ σκηνὴν ὅτι βούλεται γενέσθαι αὐτῷ, εἰς ἣν κάτεισι πρὸς αὐτοὺς παραγινόμενος, ὅπως καὶ μεταβαίνοντες ἀλλαχοῦ ταύτην ἐπαγώμεθα καὶ μηκέτι δεώμεθα τῆς ἐπὶ τὸ Σιναῖον ἀνόδου, ἀλλ᾽ αὐτὸς ἐπιφοιτῶν τῇ σκηνῇ παρατυγχάνῃ ταῖς ἡμετέραις εὐχαῖς. [101] γενήσεται δὲ σκηνὴ μέτροις τε καὶ κατασκευῇ οἷς αὐτὸς ὑπέδειξεν ὑμῶν ἀόκνως ἐχόντων πρὸς τὸ ἔργον. ταῦτ᾽ εἰπὼν δύο πλάκας αὐτοῖς ἐπιδείκνυσιν ἐγγεγραμμένους ἐχούσας τοὺς δέκα λόγους, ἐν ἑκατέρᾳ πέντε. καὶ χεὶρ ἦν ἐπὶ τῇ γραφῇ τοῦ θεοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: