previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[79]

Ἐπὶ δύο μὲν οὖν ἡμέρας εὐωχούμενοι διῆγον, τῇ τρίτῃ δὲ πρὶν τὸν ἥλιον ἀνασχεῖν νεφέλη τε ὑπεράνω ἀνέσχε τοῦ παντὸς στρατοπέδου τῶν Ἑβραίων οὐ πρότερον τοῦτο ἰδόντων γενόμενον καὶ τὸ χωρίον οὗ τὰς σκηνὰς ἦσαν πεποιημένοι περιέγραφε, [80] καὶ τοῦ λοιποῦ παντὸς ἐν αἰθρίᾳ τυγχάνοντος ἄνεμοί τε σφοδροὶ λάβρον κινοῦντες ὑετὸν κατῄγιζον, ἀστραπαί τε ἦσαν φοβεραὶ τοῖς ὁρῶσι, καὶ κεραυνοὶ κατενεχθέντες ἐδήλουν τὴν παρουσίαν τοῦ θεοῦ οἷς Μωυσῆς ἔχαιρεν εὐμενοῦς παρατυχόντος. [81] καὶ περὶ μὲν τούτων ὡς βούλεται φρονείτω ἕκαστος τῶν ἐντευξομένων, ἐμοὶ δὲ ἀνάγκη ταῦτα ἱστορεῖν καθάπερ ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγέγραπται. τοὺς δὲ Ἑβραίους τά τε ὁρώμενα καὶ ταῖς ἀκοαῖς προσβάλλων ψόφος δεινῶς ἐτάραττεν, [82] ἀήθεις τε γὰρ ἦσαν αὐτῶν, καὶ περὶ τοῦ ὄρους διαπεφοιτηκὼς λόγος ὡς εἰς αὐτὸ τοῦτο φοιτῶντος τοῦ θεοῦ σφόδρα τὴν διάνοιαν αὐτῶν ἐξέπληττε. κατεῖχον δ᾽ αὑτοὺς πρὸς ταῖς σκηναῖς ἀχθόμενοι καὶ τόν τε Μωυσῆν ἀπολωλέναι νομίζοντες ὑπ᾽ ὀργῆς τοῦ θεοῦ καὶ περὶ αὐτῶν ὅμοια προσδοκῶντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: