previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[47]

Καὶ Μωυσῆς μὲν τοιούτοις παρεθάρσυνε τὸ πλῆθος λόγοις συγκαλῶν τούς τε φυλάρχους καὶ τῶν ἐν τέλει καθ᾽ ἑκάστους τε καὶ σὺν ἀλλήλοις τοὺς μὲν νεωτέρους παρεκάλει πείθεσθαι τοῖς πρεσβυτέροις, τοὺς δὲ ἀκροᾶσθαι τοῦ στρατηγοῦ: [48] οἱ δ᾽ ἦσαν ἐπὶ τὸν κίνδυνον τὰς ψυχὰς ἠρμένοι καὶ πρὸς τὸ δεινὸν ἑτοίμως ἔχοντες ἤλπιζον ἀπαλλαγήσεσθαί ποτε τῶν κακῶν, καὶ τὸν Μωυσῆν ἐκέλευον ἄγειν αὐτοὺς ἐπὶ τοὺς πολεμίους ἤδη καὶ μὴ μέλλειν, ὡς τῆς ἀναβολῆς ἐμποδιζούσης τὴν προθυμίαν αὐτῶν. [49] δὲ τῆς πληθύος ἀποκρίνας πᾶν τὸ μάχιμον Ἰησοῦν ἐφίστησιν αὐτῷ Ναυήκου μὲν υἱὸν φυλῆς τῆς Ἐφραιμίτιδος, ἀνδρειότατον δὲ καὶ πόνους ὑποστῆναι γενναῖον καὶ νοῆσαί τε καὶ εἰπεῖν ἱκανώτατον καὶ θρησκεύοντα τὸν θεὸν ἐκπρεπῶς καὶ Μωυσῆν διδάσκαλον τῆς πρὸς αὐτὸν εὐσεβείας πεποιημένον τιμώμενόν τε παρὰ τοῖς Ἑβραίοις. [50] βραχὺ δέ τι περὶ τὸ ὕδωρ ἔταξε τῶν ὁπλιτῶν ἐπὶ φυλακῇ παίδων καὶ γυναικῶν τοῦ τε παντὸς στρατοπέδου. καὶ νύκτα μὲν πᾶσαν ἐν παρασκευαῖς ἦσαν τῶν τε ὅπλων εἴ τι πεπονηκὸς ἦν ἀναλαμβάνοντες καὶ τοῖς στρατηγοῖς προσέχοντες, ὡς ὁρμήσοντες ἐπὶ τὴν μάχην ὁπότε κελεύσειεν αὐτοὺς Μωυσῆς. διηγρύπνει δὲ καὶ Μωυσῆς ἀναδιδάσκων τὸν Ἰησοῦν ὃν τρόπον ἐκτάξειε τὸ στρατόπεδον. [51] ἠργμένης δὲ ὑποφαίνειν τῆς ἡμέρας αὖθις τόν τε Ἰησοῦν παρεκάλει μηδὲν χείρονα φανῆναι κατὰ τὸ ἔργον τῆς οὔσης περὶ αὐτὸν ἐλπίδος δόξαν τε διὰ τῆς παρούσης κτήσασθαι στρατηγίας παρὰ τοῖς ἀρχομένοις ἐπὶ τοῖς γεγενημένοις, τῶν τε Ἑβραίων τοὺς ἀξιολογωτάτους ἰδίᾳ παρεκάλει καὶ σύμπαν ἤδη τὸ πλῆθος ὡπλισμένον παρώρμα. [52] καὶ μὲν οὕτως παραστησάμενος τὸν στρατὸν τοῖς τε λόγοις καὶ τῇ διὰ τῶν ἔργων παρασκευῇ ἀνεχώρει πρὸς τὸ ὄρος θεῷ τε καὶ Ἰησοῦ παραδιδοὺς τὸ στράτευμα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: